κακόνους ἐστὶ τοῖς ἐκείνους ἀπολωλεκόσιν δῆλον ὅτι καὶ νόμοις καὶ πολιτείᾳ τῇ τούτων· εἰ δὲ μηδένα τούτων ὑπόλογον ποιεῖται, ἡδέως ἂν εἰδείην τίς ἐστιν ὁ τὴν πρὸς τοὺς γονέας εὔνοιαν ὁρῶν προδεδωκότα τοῦτον, ἣν πρὸς τὸν δῆμον νῦν ἔχειν ὑπισχνεῖται, πιστεύων· ἐγὼ μὲν γὰρ ἄπιστον καὶ θεοῖς ἐχθρόν, οὐ μόνον ἀνθρώποις, ὑπολαμβάνω τὸν τῶν γονέων ἀμελοῦντα. ἀλλὰ νὴ Δίʼ ὅτι τὰς ἐνδείξεις αὐτοῦ κατεψηφίσασθε, καὶ δὶς εἰς τὸ δεσμωτήριον κατέθεσθε καὶ αὐτὸν καὶ τὸν ἀδελφόν, διὰ ταῦθʼ ὑμῖν εὔνους ἐστίν. ἀλλὰ καὶ τοῦτʼ ἄτοπον. ἀλλʼ ὅτι τὴν ἀρχὴν ἣν ἔλαχεν ἄρχειν ἀπεδοκιμάσατε; ἀλλʼ ὅτι παρανόμων αὐτοῦ κατέγνωτε; ἀλλʼ ὅτι πέντε ταλάντων πρὸς ἐτιμήσατε; ἀλλʼ ὅτι δακτυλοδεικτεῖτʼ ἐπὶ τῷ πονηρότατον τῶν ὄντων ἁπάντων δεικνύναι; ἀλλʼ ὅτι τῶν ὑπαρχόντων νόμων καὶ πολιτείας μενόντων οὐκ ἔνι τῶν αἰσχρῶν αὐτῷ τούτων ἀπαλλαγῆναι; ἀλλὰ διὰ τί ὑμῖν οὗτος εὔνους ἐστίν; ὅτι, φησίν, ἀναιδής ἐστιν. ὁ δʼ ἀναιδὴς ἐκ τίνος ὠνομάσθη τῶν ἄλλων ἀλλʼ ἢ ὅταν τὰ μήτʼ ὄντα μήτʼ ἂν γενόμενα, ταῦτα τολμᾷ λέγειν διʼ ἀναισχυντίαν, ὅπερ οὗτος ποιεῖ; ἡγοῦμαι τοίνυν καὶ περὶ τῆς ἐνδείξεως, ἅ μοι παραλείπειν ἔδοξε Λυκοῦργος, βέλτιον εἶναι πρὸς ὑμᾶς εἰπεῖν. ἐγὼ γὰρ οἶμαι δεῖν ὑμᾶς, ὥσπερ ἂν εἰ χρέος ἐσκοπεῖτʼ ἴδιον, οὕτως ἐξετάσαι τοῦτον καὶ τὰ τουτουὶ τοῦ ἀγῶνος δίκαια. εἰ τοίνυν τις ὀφείλειν τινʼ ᾐτιᾶτο χρήματα, ὁ δʼ ἠρνεῖτο, εἰ μὲν ἐφαίνονθʼ αἵ τε συνθῆκαι καθʼ ἃς ἐδανείσατο κείμεναι καὶ οἱ τεθέντες ὅροι ἑστηκότες, τὸν ἀρνούμενον ἡγεῖσθʼ ἂν ἀναιδῆ δηλονότι, εἰ δʼ ἀνῃρημένα ταῦτα, τὸν ἐγκαλοῦντα· οὕτω ταῦτα πέφυκεν. εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθʼ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δʼ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη. εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα· εἰ δʼ ἔτʼ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλʼ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαιʼ ἀφανίζειν ἐπιχειρῶν.