καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τὸν ἄνθρωπον οὗ τὴν ῥῖνʼ ὁ μιαρὸς οὗτος ἐσθίων κατέφαγεν. ΜΑΡΤΥΡΙΑ καλῶν γʼ ἔργων ὁ ῥήτωρ δημιουργὸς ὑμῖν γέγονεν. ἄξιόν γʼ ἐκ τοῦ τοιαῦτα πεποιηκότος στόματος λόγον ἢ συμβουλήν τινʼ ἀκοῦσαι. ἀνάγνωθι δὴ καὶ τουτὶ τὸ καλὸν περὶ αὐτοῦ δόγμα. ΔΟΓΜΑ