νεαλὴς δὲ καὶ πρόσφατος ὢν ἐκεῖνος περιῆν αὐτοῦ τεταριχευμένου καὶ πολὺν χρόνον ἐμπεπτωκότος. ὡς δʼ εἰς τοῦθʼ ἧκεν, ἀπεσθίει τὴν ῥῖνα τἀνθρώπου. καὶ τότε μὲν περὶ τὴν γεγονυῖαν συμφορὰν ἅνθρωπος γενόμενος ἀπέστη τοῦ τὸ γραμματεῖον ἐρευνᾶν καὶ ζητεῖν · ὕστερον δʼ εὑρίσκουσι τὸ γραμματεῖον ἐν κιβωτίῳ τινί, οὗ τὴν κλεῖν οὗτος εἶχεν. καὶ μετὰ ταῦτα ψηφίζονται περὶ αὐτοῦ ταῦθʼ οἱ ἐν τῷ οἰκήματι, μὴ πυρός, μὴ λύχνου, μὴ ποτοῦ, μὴ βρωτοῦ μηδενὸς μηδένα τούτῳ κοινωνεῖν , μηδὲ λαμβάνειν, μηδʼ αὐτὸν τούτῳ διδόναι .