<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="49"><p rend="indent">δυσκατάπαυστον δέ τι κινδυνεύει πρᾶγμʼ εἶναι πονηρία. ὅπου γὰρ Ἀριστογείτων ἐπὶ τοῖς ὡμολογημένοις ἀδικήμασι κρίνεται καὶ οὐκ ἀπόλωλε πάλαι, τί χρὴ ποιεῖν ἢ λέγειν; ὃς εἰς τοῦθʼ ἥκει πονηρίας ὥστʼ ἐνδεδειγμένος ἤδη βοῶν, συκοφαντῶν, ἀπειλῶν οὐκ ἐπαύετο, οἷς μὲν ὑμεῖς τὰ μέγιστʼ ἐνεχειρίζετε στρατηγοῖς, ὅτι αὐτῷ ἀργύριον αἰτοῦντι οὐκ ἔδοσαν, οὐδὲ τῶν κοπρώνων ἂν ἐπιστάτας ἑλέσθαι φάσκων, </p></div></div></body></text></TEI>