τίς οὖν ὁ τὸν τοιοῦτον σώσων ἢ πονηρὸς ἢ χρηστός; ἢ διὰ τί; τῶν μὲν γὰρ ὁμοίων προδότης, τῶν δὲ χρηστῶν ἐχθρὸς ἐκ φύσεως καὶ γένους· πλὴν εἰ συκοφάντου τις καὶ πονηροῦ σπέρμα καὶ ῥίζαν, ὡσπερανεὶ γεωργός, οἴεται δεῖν ὑπάρχειν τῇ πόλει. τοῦτο δʼ οὐ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω δὲ μὰ τοὺς θεοὺς οὐδʼ ὅσιον· οὐδὲ γὰρ τοὺς προγόνους ὑπολαμβάνω τὰ δικαστήρια ταῦθʼ ὑμῖν οἰκοδομῆσαι, ἵνα τοὺς τοιούτους ἐν αὐτοῖς μοσχεύητε, ἀλλὰ τοὐναντίον ἵνʼ ἀνείργητε καὶ κολάζητε καὶ μηδεὶς ζηλοῖ μηδʼ ἐπιθυμῇ κακίας.