<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="46"><p>εἰ δὲ κάπηλός ἐστι πονηρίας καὶ παλιγκάπηλος καὶ μεταβολεύς, καὶ μόνον οὐ ζυγὰ καὶ στάθμʼ ἔχων πάνθʼ ὅσα πώποτʼ ἔπραξεν ἐπώλει, τί τοῦτον, ὦ μάταιʼ, ἀκονᾷς; οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστʼ ὄφελος δήπουθεν ἥτις μὴ τέμνει, οὔτε τῷ βουλομένῳ διʼ αὑτοῦ πᾶσι πράγματα καὶ κακὰ γίγνεσθαι ὁ ταῦτʼ ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστι χρήσιμος.</p></div></div></body></text></TEI>