<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="35"><p>καὶ δίκης γε καὶ εὐνομίας καὶ αἰδοῦς εἰσι πᾶσιν ἀνθρώποις βωμοί, οἱ μὲν κάλλιστοι καὶ ἁγιώτατοι ἐν αὐτῇ τῇ ψυχῇ ἑκάστου καὶ τῇ φύσει, οἱ δὲ καὶ κοινῇ τοῖς πᾶσι τιμᾶν ἱδρυμένοι· ἀλλʼ οὐκ ἀναισχυντίας οὐδὲ συκοφαντίας οὐδʼ ἐπιορκίας οὐδʼ ἀχαριστίας, ἃ πάντα τούτῳ πρόσεστιν.</p></div></div></body></text></TEI>