<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="33"><p>τίς ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν ἢ τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν; τίς οὐκ ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδʼ ἄκων αὐτῇ ποτε περιπέσῃ; οὐκ ἀπονοίας, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν ἀγαθῶν καὶ προνοίας πολλῆς. ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δʼ οἷ τοῦτον ἀπελθεῖν δεῖ.</p></div></div></body></text></TEI>