<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="31"><p>ὃ καὶ θαυμαστόν ἐστιν, εἴ τις ὑμῶν ἀγνοεῖ ὅτι ἐπὶ μὲν καλὸν ἢ χρηστὸν ἢ τῆς πόλεως ἄξιον πρᾶγμʼ οὐδὲν οὗτός ἐστι χρήσιμος (μὴ γάρ, ὦ Ζεῦ καὶ θεοί, τοσαύτη σπάνις ἀνδρῶν γένοιτο τῇ πόλει ὥστε παρʼ Ἀριστογείτονος τῶν καλῶν τι ποιήσασθαι)· ἐφʼ ἃ δʼ ἂν καὶ χρήσαιτό τις τοιούτῳ θηρίῳ, ἀπεύχεσθαι τοῖς θεοῖς μὴ γενέσθαι δεῖ. εἰ δʼ ἄρα συμβαίη, μεῖζόν ἐστιν εὐτύχημα τῇ πόλει ἀπορῆσαι τοὺς βουλομένους ἐξαμαρτεῖν διʼ οὗ τοῦτο ποιήσουσιν, ἢ τοῦτον ἀφειμένον αὐτοῖς ἕτοιμον ὑπάρξαι.</p></div></div></body></text></TEI>