<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="26"><p>εἰ ταῦτα διανοηθεὶς ὁ μὴ λαχὼν τῷ λαχόντι καὶ ὁ μὴ χειροτονηθεὶς τῷ χειροτονηθέντι ἐξ ἴσου ζητοίη εἶναι καὶ τῶν αὐτῶν μετέχειν, καὶ ὅλως μὴ νέος, μὴ πρεσβύτερος τὰ προσήκοντα πράττοι, ἀλλὰ πᾶν τὸ τεταγμένον ἐξελάσας ἕκαστος ἐκ τοῦ βίου, τὴν ἑαυτοῦ βούλησιν νόμον, ἀρχήν, πάνθʼ ὑπολαμβάνοι· εἰ ταῦτα ποιοῖμεν, ἔστι τὴν πόλιν οἰκεῖσθαι; τί δέ; τοὺς νόμους κυρίους εἶναι; πόσην δʼ ἂν οἴεσθε βίαν καὶ ὕβριν καὶ παρανομίαν ἐν ἁπάσῃ τῇ πόλει καθʼ ἑκάστην τὴν ἡμέραν γίγνεσθαι καὶ βλασφημίαν ἀντὶ τῆς νῦν εὐφημίας καὶ τάξεως;</p></div></div></body></text></TEI>