<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="19"><p>δικαιότατʼ ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις (τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανομίας δεινότερον, ἐφʼ οἷς ἀμφοτέροις οὗτος ὤφληκεν;) καὶ ὅτι οὐδʼ εἰ πᾶσι τοῖς ἄλλοις <del>ἀφίετε</del>, οὐχὶ τῷ βιαζομένῳ δήπου συγχωρῆσαι προσήκει (ὕβρις γὰρ δὴ τοῦτό γε), καὶ πάντα τὰ τοιαῦτʼ ἐάσω· ἀλλʼ ὅτι καὶ πᾶς ὁ τῆς πόλεως καὶ τῶν νόμων κόσμος, ὦ ἄνδρες Ἀθηναῖοι, συνταράττεται καὶ διαφθείρεται <add>τὸ</add> κατὰ τοῦτον, καὶ τοῦτʼ οἶμαι σαφῶς ὑμῖν ἐπιδείξειν.</p></div></div></body></text></TEI>