δικαιότατʼ ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις (τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανομίας δεινότερον, ἐφʼ οἷς ἀμφοτέροις οὗτος ὤφληκεν;) καὶ ὅτι οὐδʼ εἰ πᾶσι τοῖς ἄλλοις ἀφίετε , οὐχὶ τῷ βιαζομένῳ δήπου συγχωρῆσαι προσήκει (ὕβρις γὰρ δὴ τοῦτό γε), καὶ πάντα τὰ τοιαῦτʼ ἐάσω· ἀλλʼ ὅτι καὶ πᾶς ὁ τῆς πόλεως καὶ τῶν νόμων κόσμος, ὦ ἄνδρες Ἀθηναῖοι, συνταράττεται καὶ διαφθείρεται τὸ κατὰ τοῦτον, καὶ τοῦτʼ οἶμαι σαφῶς ὑμῖν ἐπιδείξειν.