<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="100"><p>τί ἐρεῖτʼ, ἄνδρες Ἀθηναῖοι, τί ἐρεῖτε, ἄν τις ὑμᾶς ἐρωτᾷ γνωρίσας τοὺς ἀπεψηφισμένους; τί φήσετε; ἀρέσκειν τοῦτον ὑμῖν; καὶ τίς ὁ τοῦτο τολμήσων εἰπεῖν; τίς ὁ τῆς τούτου πονηρίας μετʼ ἀρᾶς καὶ κακῆς δόξης κληρονομεῖν βουλησόμενος; ἀλλʼ οὐκ αὐτὸς ἕκαστος <add>οὐκ</add> ἀποψηφίσασθαι; οὐκοῦν καταράσεσθε τοῖς ἀποψηφισαμένοις, τοῦτο τὸ πιστὸν ἕκαστος διδοὺς ὡς οὐκ αὐτὸς οὗτός ἐστι.</p></div></div></body></text></TEI>