ὅτι τοίνυν ὅλην συγχεῖ τὴν πολιτείαν καὶ καταλύει πάντα τὰ πράγμαθʼ ὁ νόμος, καὶ πολλὰς φιλοτιμίας περιαιρεῖται τῆς πόλεως, καὶ τοῦτο ῥᾳδίως ὑμᾶς νομίζω μαθήσεσθαι. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι σῴζεται πολλάκις ἡμῶν ἡ πόλις διὰ τὰς στρατείας καὶ τὰς ναυτικὰς καὶ τὰς πεζάς, καὶ πολλὰ καὶ καλὰ πολλάκις ἤδη διεπράξασθε καὶ σώσαντές τινας καὶ τιμωρησάμενοι καὶ διαλλάξαντες. πῶς οὖν ἀνάγκη τὰ τοιαῦτα διοικεῖν ἐστιν; διὰ ψηφισμάτων καὶ νόμων τοῖς μὲν εἰσφέρειν ἐπιτάττοντας, τοὺς δὲ τριηραρχεῖν κελεύοντας, τοὺς δὲ πλεῖν, τοὺς δʼ ἕκαστα ποιεῖν ὧν δεῖ. οὐκοῦν ταῦθʼ ὅπως γίγνηται δικαστήρια πληροῦτε καὶ καταγιγνώσκετε δεσμὸν τῶν ἀκοσμούντων. σκέψασθε δὴ τὸν τοῦ καλοῦ κἀγαθοῦ τούτου νόμον, ὡς λυμαίνεται ταῦτα καὶ διαφθείρει. γέγραπται γὰρ δήπου ἐν τῷ νόμῳ αὐτοῦ , καὶ εἴ τινι τῶν ὀφειλόντων προστετίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθῇ, εἶναι καταστήσαντι ἐγγυητάς, ἦ μὴν ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτείσειν τὸ ἀργύριον, ἀφεῖσθαι τοῦ δεσμοῦ. τίς οὖν πόρος ἔσται; τίνʼ ἀποσταλήσεται τρόπον ἡ στρατιά; πῶς τὰ χρήματʼ εἰσπράξομεν, ἂν ἕκαστος ὀφλισκάνων ἐγγυητὰς καθιστῇ κατὰ τὸν τούτου νόμον, ἀλλὰ μὴ τὸ προσῆκον ποιῇ; ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν· ἀναμείνατʼ οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότʼ ἔξιμεν· τοῦτο γὰρ λοιπόν. ἂν δʼ ὑπὲρ ὑμῶν αὐτῶν ἀμύνεσθαι δέῃ, ἆρά γʼ οἴεσθε τοὺς ἐχθροὺς τὰς τῶν παρʼ ἡμῖν πονηρῶν διαδύσεις καὶ κακουργίας ἀναμενεῖν; ἢ τὴν πόλιν, αὑτὴν ἐμποδίζοντας νόμους εἰ θήσεται καὶ τἀναντία τῶν συμφερόντων λέγοντας, δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων; ἀλλʼ ἀγαπητόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ πάντων καλῶς ἐχόντων ἡμῖν καὶ μηδενὸς ὄντος τοιούτου νόμου, κρατοῖμεν τῶν ἐχθρῶν καὶ ταῖς ὀξύτησι δυναίμεθα καὶ τοῖς τοῦ πολέμου καιροῖς ἀκολουθεῖν καὶ μηδενὸς ὑστερίζειν. ἀλλὰ μὴν εἰ φαίνει τοιοῦτον τεθηκὼς νόμον ὃς τὰ τοιαῦτα λυμαίνεται διʼ ὧν ἡ πόλις καὶ σεμνὴ καὶ λαμπρὰ παρὰ πᾶσι καθέστηκεν, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοις;