<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="86"><p rend="indent"><q>τῷ δὲ καταστήσαντι</q> φησὶ <q>τοὺς ἐγγυητάς, ἐὰν ἀποδιδῷ τῇ πόλει τὸ ἀργύριον.</q> πάλιν ἐνταῦθʼ ἐπέμεινʼ ἐπὶ τοῦ κακουργήματος ὃ μικρῷ πρότερον εἶπον, καὶ οὐκ ἐπελάθετο, οὐδʼ ἔγραψε τὸ τίμημα τὸ γιγνόμενον, ἀλλὰ τὸ ἀργύριον ὃ ὦφλεν, ἐὰν ἀποδιδῷ, ἀφεῖσθαι τοῦ δεσμοῦ.</p></div><div type="textpart" subtype="section" n="87"><p rend="indent"><q>ἐὰν δὲ μὴ καταβάλῃ τὸ ἀργύριον ἢ αὐτὸς ἢ οἱ ἐγγυηταὶ ἐπὶ τῆς ἐνάτης πρυτανείας, τὸν μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δʼ ἐγγυητῶν δημοσίαν εἶναι τὴν οὐσίαν.</q> ἐν δὴ τῷ τελευταίῳ τούτῳ παντελῶς αὐτὸς αὑτοῦ κατήγορος, ὡς ἀδικεῖ, γεγονὼς φανήσεται. οὐ γὰρ ὅλως τὸ δεδέσθαι τινὰ τῶν πολιτῶν αἰσχρὸν ἢ δεινὸν νομίσας ἀπεῖπε μὴ δεῖν, ἀλλὰ τὸν καιρὸν ἐν ᾧ τὸν ἠδικηκότʼ ἐνῆν παρόντα λαβεῖν ἐκκλέψας, τοὔνομα μὲν τῆς τιμωρίας ἔλιπεν τοῖς ἀδικουμένοις ὑμῖν, τὸ δʼ ἔργον ἀφείλετο. καὶ παρʼ ἀκόντων ἔδωκʼ ἄφεσιν τοῖς τὰ ὑμέτερʼ ἀξιοῦσιν ἔχειν βίᾳ, καὶ μόνον οὐ προσέγραψε δίκην ἐξεῖναι λαχεῖν αὐτῷ κατὰ τῶν δικαστῶν τῶν προστιμησάντων τοῦ δεσμοῦ.</p></div><div type="textpart" subtype="section" n="88"><p rend="indent">ὃ δέ, πολλῶν ὄντων καὶ δεινῶν ὧν ἐν τῷ νόμῳ τέθηκε, μάλιστʼ ἄξιόν ἐστʼ ἀγανακτῆσαι, βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. διʼ ὅλου γὰρ τοῦ νόμου τῷ καταστήσαντι τοὺς ἐγγυητὰς ἅπαντα λέγει, τῷ δὲ μὴ καθιστάντι μήτε βελτίους μήτε χείρους, μηδʼ ὅλως προσέχοντι τὸν νοῦν ὑμῖν, οὐδεμίαν οὔτε δίκην οὔτε τιμωρίαν προσγέγραφεν, ἀλλʼ ἄδειαν πεποίηκε τοσαύτην ὅσην οἷόν τε γενέσθαι πλείστην. καὶ γὰρ τὸν χρόνον ὃν διώρισε, τὴν ἐνάτην πρυτανείαν, τῷ καταστήσαντι λέγει τοὺς ἐγγυητάς.</p></div><div type="textpart" subtype="section" n="89"><p>γνοίη δʼ ἄν τις ἐκεῖθεν· προσέγραψε δημοσίαν εἶναι τὴν οὐσίαν τὴν τῶν ἐγγυητῶν, ἂν μή τις ἐκτείσῃ· τοῦ δὲ μὴ καταστήσαντος οὐκ ἔνι δήπουθεν ὑπάρχειν ἐγγυητάς. καὶ τοῖς μὲν προέδροις, οἳ κεκληρωμένοι καθίζουσιν ἐξ ὑμῶν, ἐπάναγκες ἐποίησεν, ὅταν καθιστῇ τις, δέχεσθαι· τοῖς δʼ ἀδικοῦσι τὴν πόλιν οὐδεμίαν προσέγραψεν ἀνάγκην, ἀλλʼ ὥσπερ εὐεργέταις αἵρεσιν αὐτοῖς ἔδωκεν εἰ χρὴ δοῦναι δίκην ἢ μή.</p></div><div type="textpart" subtype="section" n="90"><p rend="indent">καίτοι πῶς ἂν ἀσυμφορώτερος ὑμῖν τούτου γένοιτο νόμος ἢ κάκιον ἔχων; ὃς πρῶτον μὲν περὶ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου κριθέντων ἐναντία τοῖς ὑφʼ ὑμῶν ἐγνωσμένοις προστάττει, δεύτερον δὲ περὶ τῶν μελλόντων κριθήσεσθαι προστιμᾶν κελεύων τοὺς δικαστὰς τοὺς ὀμωμοκότας, ἄκυρα τὰ προστιμήματα ποιεῖ, πρὸς δὲ τούτοις ἐπιτίμους τοὺς ὀφείλοντας οὐ τὰ προσήκοντʼ ἐκτίνοντας καθίστησιν, ὅλως δʼ ἐπιδείκνυσι μάτην ὀμνύντας, τιμῶντας, δικάζοντας, ὀργιζομένους, ἅπαντα ποιοῦντας ὑμᾶς. ἐγὼ μὲν γάρ, εἰ Κριτίας ὁ γενόμενος τῶν τριάκοντʼ εἰσέφερεν τὸν νόμον, οὐκ ἂν ἄλλον τρόπον οἶμαι γράψαντʼ εἰσενεγκεῖν ἢ τοῦτον.</p></div></div></body></text></TEI>