καίτοι τί ποτʼ ἦν διʼ ὃ προσγράψαι σαφῶς ὤκνησεν τὴν δʼ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς ; πότερʼ οὐχὶ δίκαιον; εὖ οἶδʼ ὅτι πάντες ἂν φήσαιτε. ἀλλʼ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ; οὔκ, ἀλλὰ μόνον κατὰ τοὺς νόμους. τί ποτʼ οὖν ἦν; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἐσκόπει, ἀλλʼ ὅπως μή. εἶτα πῶς γέγραπται μετὰ ταῦτα; καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν. ἐνταυθὶ πάλιν τῶν ἱερῶν μὲν χρημάτων τὴν δεκαπλασίαν ὑφῄρηται, τῶν δʼ ὁσίων, ὁπόσων ἐν τῷ νόμῳ διπλασιάζεται, τὸ ἥμισυ. πῶς δὴ τοῦτο ποιεῖ; γράψας ἀντὶ μὲν τοῦ τιμήματος τὸ ἀργύριον, ἀντὶ δὲ τοῦ τὸ γιγνόμενον, ὃ ὦφλεν. διαφέρει δὲ τί; εἰ μὲν ἔγραψε καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ τίμημα τὸ γιγνόμενον, προσπεριειλήφει τοὺς νόμους ἂν καθʼ οὓς τὰ μὲν διπλᾶ, τὰ δὲ καὶ δεκαπλᾶ γίγνεται τῶν ὀφλημάτων· ὥστʼ ἐκ τούτων ἦν ἀνάγκη τοῖς ὀφλοῦσιν τὸ γεγραμμένον τʼ ἐκτίνειν καὶ τὰς ἐκ τῶν νόμων προσούσας ζημίας καταβάλλειν. νῦν δʼ ἐν τῷ γράψαι τὴν κατάστασιν εἶναι τῶν ἐγγυητῶν ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν, ἐκ τῆς λήξεως καὶ τῶν γραμμάτων ἐφʼ οἷς ἕκαστος εἰσήχθη ποιεῖ τὴν ἔκτισιν, ἐν οἷς πᾶσιν ἁπλοῦν ὅ τις ὦφλεν ἀργύριον γέγραπται. μετὰ ταῦτα τοίνυν τηλικοῦτο πρᾶγμʼ ἀνελὼν ἐν τῇ τῶν ῥημάτων μεταθέσει, προσέγραψεν τοὺς δὲ προέδρους ἐπιχειροτονεῖν ἐπάναγκες, ὅταν τις καθιστάναι βούληται, παρὰ πάντα τὸν νόμον οἰόμενος δεῖν σῴζειν τὸν ἠδικηκότα καὶ τὸν ἐν ὑμῖν ἑαλωκότα. δοὺς γὰρ ὅταν βούληται τὴν κατάστασιν αὐτῷ τῶν ἐγγυητῶν, ἐπʼ ἐκείνῳ πεποίηκεν μηδέποτʼ ἐκτεῖσαι μηδὲ δεθῆναι. τίς γὰρ οὐ ποριεῖται φαύλους ἀνθρώπους, οὓς ὅταν ὑμεῖς ἀποχειροτονήσητʼ ἀπηλλάξεται; ἐὰν γάρ τις ὡς οὐ καθιστάντα τοὺς ἐγγυητὰς ἀξιοῖ δεδέσθαι, φήσει καὶ καθιστάναι καὶ καταστήσειν, καὶ δείξει τὸν τούτου νόμον, ὃς καθιστάναι μὲν ὅταν βούληται κελεύει, φυλάττειν δὲ τέως οὐ λέγει, οὐδʼ, ἂν ἀποχειροτονήσηθʼ ὑμεῖς τοὺς ἐγγυητάς, προστάττει δεδέσθαι, ἀλλʼ ὡς ἀληθῶς ὥσπερ ἀλεξιφάρμακόν ἐστι τοῖς ἀδικεῖν βουλομένοις.