<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="61"><p rend="indent">πολλοὺς δʼ ἄν τις ἔχοι νόμους ἔτι καὶ καλῶς ἔχοντας δεικνύναι, οἷς πᾶσιν ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. ἀλλʼ ἴσως ἐγὼ μέν, εἰ περὶ πάντων ἐρῶ, ἐξωσθήσομαι περὶ τοῦ μηδʼ ἐπιτήδειον ὅλως ὑμῖν εἶναι τὸν νόμον εἰπεῖν, ὑμῖν δʼ ὁμοίως ἔνοχος φανεῖται τῇ γραφῇ, καὶ εἰ ἑνὶ τῶν ὄντων νόμων ἐναντίος ἐστίν. πῶς οὖν μοι δοκεῖ; τοὺς μὲν ἄλλους ἐᾶν, περὶ δʼ οὗ πρότερόν ποτʼ αὐτὸς οὗτος ἔθηκεν νόμου διελθόντʼ ἐπʼ ἐκεῖνʼ ἰέναι τὸ μέρος τῆς κατηγορίας ἤδη, ὡς καὶ μεγάλʼ ἂν βλάπτοι γενόμενος κύριος τὴν πόλιν.</p></div><div type="textpart" subtype="section" n="62"><p>τὸ μὲν οὖν τοῖς τῶν ἄλλων ἐναντίον εἰσενηνοχέναι νόμον δεινὸν μέν, ἀλλʼ ἄλλου δεῖται κατηγόρου· τὸ δʼ ὑφʼ αὑτοῦ πρότερον κειμένῳ νόμῳ τἀναντία θεῖναι, τοῦτʼ ἤδη ποιεῖ κατήγορον αὐτὸν αὑτοῦ γεγενῆσθαι. ἵνʼ οὖν τοῦτʼ εἰδῆτε γιγνόμενον, ἀναγνώσεται τὸν νόμον ὑμῖν αὐτὸν ὃν οὗτος ἔθηκεν· ἐγὼ δὲ σιωπήσομαι. λέγε.</p></div><div type="textpart" subtype="section" n="63"><p rend="center"><label>ΝΟΜΟΣ.</label></p><p rend="indent"><quote type="statute">Τιμοκράτης εἶπεν· ὁπόσοι Ἀθηναίων κατʼ εἰσαγγελίαν ἐκ τῆς βουλῆς ἢ νῦν εἰσιν ἐν τῷ δεσμωτηρίῳ ἢ τὸ λοιπὸν κατατεθῶσι, καὶ μὴ παραδοθῇ ἡ κατάγνωσις αὐτῶν τοῖς θεσμοθέταις ὑπὸ τοῦ γραμματέως τοῦ κατὰ πρυτανείαν κατὰ τὸν εἰσαγγελτικὸν νόμον, δεδόχθαι τοῖς νομοθέταις εἰσάγειν τοὺς ἕνδεκα εἰς τὸ δικαστήριον τριάκονθʼ ἡμερῶν ἀφʼ ἧς ἂν παραλάβωσιν, ἐὰν μή τι δημοσίᾳ κωλύῃ, ἐὰν δὲ μή, ὅταν πρῶτον οἷόν τʼ ᾖ. κατηγορεῖν δʼ Ἀθηναίων τὸν βουλόμενον οἷς ἔξεστιν. ἐὰν δʼ ἁλῷ, τιμάτω ἡ ἡλιαία περὶ αὐτοῦ ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ἐὰν δʼ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ ὅ τι ἂν αὐτοῦ καταγνωσθῇ.</quote></p></div><div type="textpart" subtype="section" n="64"><p rend="indent">ἀκούετʼ, ὦ ἄνδρες δικασταί; λέγʼ αὐτοῖς αὐτὸ τοῦτο πάλιν.</p><p rend="center"><label>ΝΟΜΟΣ.</label></p><p rend="indent"><quote type="statute">ἐὰν δʼ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ.</quote></p><p rend="indent">πέπαυσο. ἔστιν οὖν ὅπως ἂν ἐναντιώτερά τις δύο θείη τοῦ δεδέσθαι, τέως ἂν ἐκτείσωσι, τοὺς ἁλόντας, καὶ τοῦ καθιστάναι τοὺς αὐτοὺς τούτους ἐγγυητάς, ἀλλὰ μὴ δεῖν; ταῦτα τοίνυν κατηγορεῖ Τιμοκράτης Τιμοκράτους, οὐ Διόδωρος, οὐδʼ ἄλλος ὑμῶν οὐδεὶς τοσούτων ὄντων τὸ πλῆθος.</p></div><div type="textpart" subtype="section" n="65"><p>καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ λήμματος ἢ τί ποιεῖν ἂν ὀκνῆσαι κέρδους εἵνεκα, ὅστις ἐναντίʼ αὐτὸς αὑτῷ νομοθετεῖν ἠξίωσεν, οὐδὲ τοῖς ἄλλοις τῶν νόμων ἐώντων; ἐμοὶ μὲν γὰρ εἵνεκʼ ἀναιδείας ὁ τοιοῦτος δοκεῖ πᾶν ἂν ἑτοίμως ἔργον ποιῆσαι. ὥσπερ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τἄλλα κακούργων τοὺς ὁμολογοῦντας ἄνευ κρίσεως κολάζειν οἱ νόμοι κελεύουσιν, οὕτω δίκαιον καὶ τούτου, ἐπειδὴ τοὺς νόμους κακουργῶν εἴληπται, μὴ δόντας λόγον μηδʼ ἐθελήσαντας ἀκοῦσαι καταψηφίσασθαι· ὡμολόγηκε γὰρ θατέρῳ <del>τῷ προτέρῳ</del> νόμῳ τόνδε τιθεὶς ἀδικεῖν.</p></div></div></body></text></TEI>