ψήφισμʼ εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάς, εἰ δέ τις οἶδέν τινʼ ἢ τῶν ἱερῶν ἢ τῶν ὁσίων χρημάτων ἔχοντά τι τῆς πόλεως, μηνύειν πρὸς τούτους. μετὰ ταῦτʼ ἐμήνυσεν Εὐκτήμων ἔχειν Ἀρχέβιον καὶ Λυσιθείδην τριηραρχήσαντας χρήματα Ναυκρατιτικά, τίμημα τάλαντʼ ἐννέα καὶ τριάκοντα μνᾶς. προσῆλθε τῇ βουλῇ, προβούλευμʼ ἐγράφη. μετὰ ταῦτα γενομένης ἐκκλησίας προὐχειροτόνησεν ὁ δῆμος. ἀναστὰς Εὐκτήμων ἔλεγʼ ἄλλα τε πολλὰ καὶ διεξῆλθεν πρὸς ὑμᾶς ὡς ἔλαβʼ ἡ τριήρης τὸ πλοῖον ἡ Μελάνωπον ἄγουσα καὶ Γλαυκέτην καὶ Ἀνδροτίωνα πρεσβευτὰς ὡς Μαύσωλον, ὡς ἔθεσαν τὴν ἱκετηρίαν ὧν ἦν τὰ χρήμαθʼ ἅνθρωποι, ὡς ἀπεχειροτονήσαθʼ ὑμεῖς μὴ φίλιʼ εἶναι τότε, ἀνέμνησεν ὑμᾶς, τοὺς νόμους ἀνέγνω καθʼ οὓς τοῦτον τὸν τρόπον πραχθέντων τῆς πόλεως γίγνεται τὰ χρήματα. ἐδόκει δίκαια λέγειν ὑμῖν ἅπασιν. ἀναπηδήσας Ἀνδροτίων καὶ Γλαυκέτης καὶ Μελάνωπος (καὶ ταυτὶ σκοπεῖτʼ ἂν ἀληθῆ λέγω) ἐβόων, ἠγανάκτουν, ἐλοιδοροῦντο, ἀπέλυον τοὺς τριηράρχους, ἔχειν ὡμολόγουν, παρʼ ἑαυτοῖς ζητεῖν ἠξίουν τὰ χρήματα. ταῦτʼ ἀκουσάντων ὑμῶν, ἐπειδή ποτʼ ἐπαύσανθʼ οὗτοι βοῶντες, ἔδωκε γνώμην Εὐκτήμων ὡς δυνατὸν δικαιοτάτην, ὑμᾶς μὲν εἰσπράττειν τοὺς τριηράρχους, ἐκείνοις δʼ εἶναι περὶ αὐτῶν εἰς τοὺς ἔχοντας ἀναφοράν· ἐὰν δʼ ἀμφισβητῆταί τι, ποιεῖν διαδικασίαν, τὸν δʼ ἡττηθέντα, τοῦτον ὀφείλειν τῇ πόλει. γράφονται τὸ ψήφισμα· εἰς ὑμᾶς εἰσῆλθεν· ἵνα συντέμω, κατὰ τοὺς νόμους ἔδοξεν εἰρῆσθαι καὶ ἀπέφυγεν. ἐνταῦθα τί προσῆκεν; τὰ μὲν χρήματʼ ἔχειν τὴν πόλιν, τὸν δʼ ἀποστεροῦντα κολάζειν· νόμου δʼ οὐδʼ ὁτιοῦν οὐδενὸς δήπου προσέδει. μέχρι μὲν δὴ τούτων οὐδὲν ἠδίκησθʼ ὑπὸ Τιμοκράτους τουτουί. μετὰ ταῦτα δὲ πάντʼ ἀνεδέξατʼ ἐφʼ αὑτὸν τὰ προειρημένα, καὶ πάντʼ ἠδικημένοι φανήσεσθʼ ὑπὸ τούτου· ταῖς γὰρ ἐκείνων τέχναις καὶ πανουργίαις μισθώσας αὑτὸν καὶ παρασχὼν ὑπηρέτην ἐφʼ αὑτὸν ἤγαγεν τἀδικήματα, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω. ἀνάγκη δὲ πρῶτον ὑπομνῆσαι τοὺς χρόνους ὑμᾶς καὶ τὸν καιρὸν ἐν ᾧ τίθησι τὸν νόμον· καὶ γὰρ ὑβριστικῶς προσεκκεχλευακὼς ὑμᾶς φανήσεται. ἦν μὲν γὰρ σκιροφοριὼν μὴν ἐν ᾧ τὰς γραφὰς ἥττηντʼ ἐκεῖνοι τὰς κατὰ τοῦ Εὐκτήμονος· μισθωσάμενοι δὲ τοῦτον καὶ οὐδὲ παρεσκευασμένοι τὰ δίκαια ποιεῖν ὑμῖν κατὰ τὴν ἀγορὰν λογοποιοὺς καθίεσαν ὡς ἁπλᾶ μὲν ἕτοιμοι τὰ χρήματʼ ἐκτίνειν, διπλᾶ δʼ οὐ δυνήσονται.