τέταρτον τοίνυν ἄλλο πρὸς τούτοις τοὐπὶ Πρυτανείῳ. τοῦτο δʼ ἐστὶ τί; ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον ἐμπεσὸν πατάξῃ, καὶ τὸν μὲν βαλόντʼ ἀγνοῇ τις, αὐτὸ δʼ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον, τούτοις ἐνταῦθα λαγχάνεται. εἰ τοίνυν τῶν ἀψύχων καὶ μὴ μετεχόντων τοῦ φρονεῖν οὐδέν ἐσθʼ ὅσιον, τοιαύτην ἔχον αἰτίαν, ἐᾶν ἄκριτον, ἦ που τόν γʼ ἀδικοῦντα μὲν οὐδέν, ἐὰν τύχῃ, θήσω δʼ ἀδικοῦντα, ἀλλʼ ἄνθρωπόν γʼ ὄντα καὶ μετειληφότα τῇ τύχῃ τῆς αὐτῆς ἡμῖν φύσεως, ἀνόσιον καὶ δεινὸν ἄνευ λόγου καὶ ψήφου ποιεῖν ἔκδοτον ἐπʼ αἰτίᾳ τοιαύτῃ. ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθʼ οἷον ὑπερβέβηκε, τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν ὁ νόμος, ἐάν τις ἐπʼ ἀκουσίῳ φόνῳ πεφευγώς, μήπω τῶν ἐκβαλλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου. καὶ οὐχ, ὅτι δεῦρʼ οὐχ οἷόν τʼ ἐλθεῖν αὐτῷ, παρεῖδεν αὐτὸν ὁ ταῦθʼ ἕκαστα τάξας, οὐδʼ, ὅτι καὶ πρότερόν τι τοιοῦτον ἐποίησε, καὶ δὴ τὴν ὁμοίαν ἐποιήσατο πιστὴν αἰτίαν κατʼ αὐτοῦ, ἀλλὰ τό τʼ εὐσεβὲς εὗρεν ὅπως ἔσται, κἀκεῖνον οὐκ ἀπεστέρησε λόγου καὶ κρίσεως. τί οὖν ἐποίησεν; ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τʼ ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινʼ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττῃ. εἶθʼ ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δʼ ἀκροῶνται καὶ δικάζουσιν ἐν τῇ γῇ· κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίως, ἂν δʼ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δʼ ἐπὶ τῷ πρότερον φόνῳ φυγὴν ὑπέχει. τίνος οὖν ποθʼ εἵνεκα ταῦθʼ οὕτω διεσπούδασται; ἴσον ἡγεῖτʼ ἀσέβημʼ ὁ ταῦτα διαιρῶν τόν τʼ ἀδικοῦντʼ ἐᾶν καὶ τὸν ἀναίτιον ἐκδιδόναι πρὸ δίκης. καίτοι εἰ περὶ τῶν ἀνδροφόνων τῶν ἤδη κεκριμένων τοσαύτη σπουδή, ὅπως λόγου καὶ κρίσεως καὶ πάντων ὁπόσʼ ἐστὶ δίκαια τεύξονται περὶ τῶν ὕστερον αἰτιῶν, ἦ που περί γε τοῦ μήθʼ ἑαλωκότος μήτʼ ἐγνωσμένου πότερον δέδρακεν ἢ οὒ καὶ πότερʼ ἄκων ἢ ἑκών, πάνδεινον γράφειν ὡς ἐκδοτέον τοῖς ἐγκαλοῦσιν. ἔτι τοίνυν ἔσθʼ ἕκτη τιμωρία πρὸς ἁπάσαις ταύταις, ἣν ὁμοίως παραβὰς γέγραφεν τὸ ψήφισμʼ οὑτοσί. εἰ πάντα ταῦτά τις ἠγνόηκεν, ἢ καὶ παρεληλύθασιν οἱ χρόνοι ἐν οἷς ἔδει τούτων ἕκαστα ποιεῖν, ἢ διʼ ἄλλο τι οὐχὶ βούλεται τούτους τοὺς τρόπους ἐπεξιέναι, τὸν ἀνδροφόνον δʼ ὁρᾷ περιιόντʼ ἐν τοῖς ἱεροῖς καὶ κατὰ τὴν ἀγοράν, ἀπάγειν ἔξεστιν εἰς τὸ δεσμωτήριον, οὐκ οἴκαδʼ οὐδʼ ὅποι βούλεται, ὥσπερ σὺ δέδωκας. κἀνταῦθʼ ἀπαχθεὶς οὐδʼ ὁτιοῦν, πρὶν ἂν κριθῇ, πείσεται, ἀλλʼ ἐὰν μὲν ἁλῷ, θανάτῳ ζημιωθήσεται, ἐὰν δὲ μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων ὁ ἀπαγαγών, χιλίας προσοφλήσει.