τοῦτο μὲν τοίνυν τὰ παλαιά, ὡς ἡμῖν ἀκούειν παραδέδοται, ἐν μόνῳ τούτῳ τῷ δικαστηρίῳ δίκας φόνου θεοὶ καὶ δοῦναι καὶ λαβεῖν ἠξίωσαν καὶ δικασταὶ γενέσθαι διενεχθεῖσιν ἀλλήλοις, ὡς λόγος· λαβεῖν μὲν Ποσειδῶν ὑπὲρ Ἁλιρροθίου τοῦ υἱοῦ παρʼ Ἄρεως, δικάσαι δʼ Εὐμενίσιν καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί. καὶ τὰ μὲν δὴ παλαιὰ ταῦτα· τὰ δʼ ὕστερον, τοῦτο μόνον τὸ δικαστήριον οὐχὶ τύραννος, οὐκ ὀλιγαρχία, οὐ δημοκρατία τὰς φονικὰς δίκας ἀφελέσθαι τετόλμηκεν, ἀλλὰ πάντες ἀσθενέστερον ἂν τὸ δίκαιον εὑρεῖν ἡγοῦνται περὶ τούτων αὐτοὶ τοῦ παρὰ τούτοις εὑρημένου δικαίου. πρὸς δὲ τούτοις τοιούτοις οὖσιν, ἐνταυθοῖ μόνον οὐδεὶς πώποτʼ οὔτε φεύγων ἁλοὺς οὔτε διώκων ἡττηθεὶς ἐξήλεγξεν ὡς ἀδίκως ἐδικάσθη τὰ κριθέντα. ταύτην τοίνυν τὴν φυλακὴν καὶ τὰς ἐν ταύτῃ νομίμους τιμωρίας παραβὰς ὁ γράφων τὸ ψήφισμα τοδὶ ζῶντι μὲν ἐξουσίαν γέγραφεν τῷ Χαριδήμῳ ποιεῖν ὅ τι ἂν βούληται, παθόντος δέ τι τοῖς οἰκείοις συκοφαντίαν δέδωκεν. σκέψασθε γὰρ οὑτωσί. ἴστε δήπου τοῦθʼ ἅπαντες, ὅτι ἐν Ἀρείῳ πάγῳ, οὗ δίδωσʼ ὁ νόμος καὶ κελεύει τοῦ φόνου δικάζεσθαι, πρῶτον μὲν διομεῖται κατʼ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας ὅ τινʼ αἰτιώμενος εἰργάσθαι τι τοιοῦτον, εἶτʼ οὐδὲ τὸν τυχόντα τινʼ ὅρκον τοῦτο ποιήσει ἀλλʼ ὃν οὐδεὶς ὄμνυσʼ ὑπὲρ οὐδενὸς ἄλλου, στὰς ἐπὶ τῶν τομίων κάπρου καὶ κριοῦ καὶ ταύρου, καὶ τούτων ἐσφαγμένων ὑφʼ ὧν δεῖ καὶ ἐν αἷς ἡμέραις καθήκει, ὥστε καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τῶν μεταχειριζομένων ἅπαν, ὅσον ἔσθʼ ὅσιον, πεπρᾶχθαι. καὶ μετὰ ταῦθʼ ὁ τὸν τοιοῦτον ὅρκον ὀμωμοκὼς οὔπω πεπίστευται, ἀλλʼ ἐὰν ἐξελεγχθῇ μὴ λέγων ἀληθῆ, τὴν ἐπιορκίαν ἀπενεγκάμενος τοῖς αὑτοῦ παισὶν καὶ τῷ γένει πλέον οὐδʼ ὁτιοῦν ἕξει. ἂν δὲ δόξῃ τὰ δίκαιʼ ἐγκαλεῖν καὶ ἕλῃ τὸν δεδρακότα τοῦ φόνου, οὐδʼ οὕτω κύριος γίγνεται τοῦ ἁλόντος, ἀλλʼ ἐκείνου μὲν οἱ νόμοι κύριοι κολάσαι καὶ οἷς προστέτακται, τῷ δʼ ἐπιδεῖν διδόντα δίκην ἔξεστιν, ἣν ἔταξʼ ὁ νόμος, τὸν ἁλόντα, πέρα δʼ οὐδὲν τούτου. καὶ τῷ μὲν διώκοντι ὑπάρχει ταῦτα, τῷ δὲ φεύγοντι τὰ μὲν τῆς διωμοσίας ταὐτά, τὸν πρότερον δʼ ἔξεστιν εἰπόντα λόγον μεταστῆναι, καὶ οὔθʼ ὁ διώκων οὔθʼ οἱ δικάζοντες οὔτʼ ἄλλος ἀνθρώπων οὐδεὶς κύριος κωλῦσαι. τί δήποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ οὕτως ἔχει; ὅτι οἱ ταῦτʼ ἐξ ἀρχῆς τὰ νόμιμα διαθέντες, οἵτινές ποτʼ ἦσαν, εἴθʼ ἥρωες εἴτε θεοί, οὐκ ἐπέθεντο τοῖς ἀτυχήμασιν, ἀλλʼ ἀνθρωπίνως ἐπεκούφισαν, εἰς ὅσον εἶχε καλῶς, τὰς συμφοράς. ταῦτα μέντοι πάνθʼ οὕτω καλῶς καὶ νομίμως ἔχονθʼ ὁ γράφων τὸ ψήφισμα τουτὶ παραβεβηκὼς φαίνεται· ἓν γὰρ οὐδʼ ὁτιοῦν ἔνι τούτων ἐν τῷ ψηφίσματι τῷ τούτου. καὶ πρῶτον μὲν παρʼ ἑνὸς τούτου δικαστηρίου καὶ παρὰ τοὺς γεγραμμένους νόμους καὶ τἄγραφα νόμιμα τὸ ψήφισμʼ εἴρηται.