οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον εὐεργέτην εἶναί τινες τῆς πόλεως οἴονται· ἐγὼ δέ, ἄν περ ἃ βούλομαί τε καὶ οἶδα πεπραγμένʼ ἐκείνῳ δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἶμαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον ἀνθρώπων ἁπάντων καὶ πολὺ τἀναντίʼ ἢ προσῆκεν ὑπειλημμένον. εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο μέγιστον Ἀριστοκράτης ἠδίκει, τὸ τοιούτου, οἷον ἐγώ φημι δείξειν τὸν Χαρίδημον ὄντα, τοσαύτην πεποιῆσθαι πρόνοιαν ἐν τῷ ψηφίσματι ὥστʼ ἰδίαν παρὰ τοὺς νόμους, ἄν τι πάθῃ, τιμωρίαν αὐτῷ δεδωκέναι, ταῦτʼ ἂν ἤδη λέγειν πρὸς ὑμᾶς ἐπεχείρουν, ἵνʼ εἰδῆτε πολλοῦ δεῖν ἄξιον ὄντα τυχεῖν τοῦ ψηφίσματος αὐτὸν τουτουί. νυνὶ δʼ ἕτερον τούτου μεῖζον διὰ τοῦ ψηφίσματος ἔστʼ ἀδίκημα, ὃ δεῖ πρότερον καὶ μαθεῖν ὑμᾶς καὶ φυλάξασθαι. ἀνάγκη δὲ ἐστὶ πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτʼ ἐστὶ τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τὸ τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δʼ ὑπέρχεσθαι καὶ θεραπεύειν. τοῦτο τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλόμενοί τινες παῦσαι, καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δʼ ἑνὶ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονταί σφισι τοῦτο γενέσθαι τὸ προβούλευμα, τῷ μὲν ἀκοῦσαι κεχωρισμένον τοῦ τι τοιοῦτον δοκεῖν διαπράξασθαι, τῷ δʼ ἔργῳ πάντων μάλιστα τοῦτο περαίνοντες, ὡς ἐγὼ διδάξω. ἐπειδὴ γὰρ ἑνὸς τελευτήσαντος τῶν βασιλέων Βηρισάδου, παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας ἃς μεθʼ ὑμῶν ἐποιήσατο, Κερσοβλέπτης ἐξέφερεν πόλεμον πρός τε τοὺς Βηρισάδου παῖδας καὶ πρὸς Ἀμάδοκον, εὔδηλον ἦν ὅτι τοῖς μὲν Βηρισάδου παισὶν Ἀθηνόδωρος βοηθήσοι, τῷ δʼ Ἀμαδόκῳ Σίμων καὶ Βιάνωρ· ὁ μὲν γὰρ Βηρισάδου κηδεστής, οἱ δʼ Ἀμαδόκου γεγόνασιν.