περὶ μὲν δὴ τῶν ἀκουσίων ἂν λέγοι. λέγει δὲ τί; ἐὰν πέρα ὅρου φησὶν ἐλαύνῃ ἢ φέρῃ ἢ ἄγῃ. τοῦτο δʼ ἐστὶν τί, τὸ πέρα ὅρου ; ἔστι πᾶσιν ὅρος τοῖς ἀνδροφόνοις τῆς τοῦ παθόντος εἴργεσθαι πατρίδος. ἐκ μὲν δὴ ταύτης δίδωσιν ἐλαύνειν καὶ ἄγειν, πέρα δʼ οὐκ ἐᾷ τούτων οὐδέτερον ποιεῖν. ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, τὴν αὐτὴν ἔδωκεν ὑπὲρ αὐτοῦ δίκην ἥνπερ ἂν εἰ μένοντʼ ἠδίκει οἴκοι , γράψας ταὔτʼ ὀφείλειν ἅπερ ἂν οἴκοι δράσῃ. εἰ δή τις ἔροιτʼ Ἀριστοκράτην τουτονί (καὶ μὴ νομίσητʼ εὔηθες τὸ ἐρώτημα) πρῶτον μὲν εἰ οἶδεν εἴ τις ἀποκτενεῖ Χαρίδημον, ἢ καὶ ἄλλως πως τελευτήσει, οὐκ ἄν, οἶμαι, φαίη. θήσομεν τοίνυν ἀποκτενεῖν. πάλιν οἶσθα, ἑκὼν ἢ ἄκων, καὶ ξένος ἢ πολίτης ὁ τοῦτο ποιήσων ἔσται; οὐκ ἔνεστʼ εἰπεῖν ὡς οἶσθα. οὐκοῦν ταῦτά γε δήπου προσῆκε γράψαι ἐάν τις ἀποκτείνῃ γράφοντα, ἄκων ἢ ἑκών, ἀδίκως ἢ δικαίως, ξένος ἢ πολίτης, ἵνʼ ὅτῳ ποτὲ τοὔργον ἐπράχθη, τούτῳ τὰ ἐκ τῶν νόμων ὑπῆρχε δίκαια, μὴ μὰ Δίʼ αὐτὸ τὸ τῆς αἰτίας ὄνομʼ εἰπόντα ἀγώγιμος ἔστω προσγράψαι. τίνα γὰρ σὺ λέλοιπας ὅρον τῷ γράμματι τούτῳ, τοῦ νόμου σαφῶς οὑτωσὶ λέγοντος μὴ πέρα ὅρων ἐλαύνειν, ὃς πανταχόθεν δίδως ἄγειν; ὁ νόμος δʼ οὐκ ἐλαύνειν τῶν ὅρων πέρα, ἀλλʼ οὐδʼ ἄγειν ἐᾷ. ἐκ δὲ τοῦ σοῦ ψηφίσματος ὁ βουλόμενος ἄξει τὸν ἄκοντʼ ἀπεκτονότα, ἔκδοτον λαβών, εἰς τὴν τοῦ παθόντος βίᾳ πατρίδα. ἆρʼ οὐ πάντα συγχεῖς τἀνθρώπινα, καὶ ἀφαιρεῖ τὴν πρόφασιν μεθʼ ἧς ἢ καλόν ἐστιν ἕκαστον τῶν ἔργων ἢ αἰσχρόν; ὁρᾶτε γὰρ ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον, οὕτω τοῦτʼ ἔχει. ἄν τις τύπτῃ τινά φησὶν ἄρχων χειρῶν ἀδίκων, ὡς, εἴ γʼ ἠμύνατο, οὐκ ἀδικεῖ. ἄν τις κακῶς ἀγορεύῃ, τὰ ψευδῆ προσέθηκεν, ὡς, εἴ γε τἀληθῆ, προσῆκον. ἄν τις ἀποκτείνῃ, ἐκ προνοίας, ὡς, εἴ γʼ ἄκων, οὐ ταὐτόν. ἄν τις καταβλάψῃ τινά, ἑκὼν ἀδίκως. πανταχοῦ τὴν πρόφασιν βεβαιοῦσαν τὸ πρᾶγμʼ εὑρήσομεν. ἀλλʼ οὐ σοί, ἀλλʼ ἁπλῶς, ἄν τις ἀποκτείνῃ Χαρίδημον, ἀγέσθω, κἂν ἄκων, κἂν δικαίως, κἂν ἀμυνόμενος, κἂν ἐφʼ οἷς διδόασιν οἱ νόμοι, κἂν ὁπωσοῦν.