<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="31"><p><q>ἐξεῖναι ἀποκτείνειν καὶ ἀπάγειν.</q> ἆρʼ ὡς αὑτόν; ἢ ὡς ἂν βούληταί τις; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ πῶς; <q>ὡς ἐν τῷ <add><num xml:lang="grc">α</num></add> ἄξονι εἴρηται</q> φησίν. τοῦτο δʼ ἐστὶν τί; ὃ πάντες ἐπίστασθʼ ὑμεῖς. οἱ θεσμοθέται τοὺς ἐπὶ φόνῳ φεύγοντας κύριοι θανάτῳ ζημιῶσαί <del>εἰσι</del>, καὶ τὸν ἐκ τῆς ἐκκλησίας πέρυσιν πάντες ἑωρᾶθʼ ὑπʼ ἐκείνων ἀπαχθέντα.</p></div><div type="textpart" subtype="section" n="32"><p>ὡς τούτους οὖν ἀπάγειν λέγει. διαφέρει δὲ τί τοῦτο τοῦ ὡς αὑτὸν ἄγειν; ὅτι ὁ μὲν ἀπάγων, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς τοὺς θεσμοθέτας, τοὺς νόμους κυρίους ποιεῖ τοῦ δεδρακότος, ὁ δʼ ὡς αὑτὸν ἄγων ἑαυτόν. ἔστι δʼ ἐκείνως μέν, ὡς ὁ νόμος τάττει, δοῦναι δίκην, οὕτω δέ, ὡς ὁ λαβὼν βούλεται. πλεῖστον δὲ δήπου διαφέρει τὸν νόμον κύριον τῆς τιμωρίας ἢ τὸν ἐχθρὸν γίγνεσθαι.</p></div><div type="textpart" subtype="section" n="33"><p><q>λυμαίνεσθαι δὲ</q> φησὶ <q>μή, μηδὲ ἀποινᾶν.</q> ταῦτα δʼ ἐστὶν τί; τὸ μὲν δὴ μὴ λυμαίνεσθαι γνώριμον οἶδʼ ὅτι πᾶσιν μὴ μαστιγοῦν, μὴ δεῖν, μὴ τὰ τοιαῦτα ποιεῖν λέγει, τὸ δὲ μηδʼ ἀποινᾶν μὴ χρήματα πράττεσθαι· τὰ γὰρ χρήματʼ ἄποινʼ ὠνόμαζον οἱ παλαιοί.</p></div><div type="textpart" subtype="section" n="34"><p>ὁ μὲν δὴ νόμος οὕτως τὸν ἀνδροφόνον καὶ τὸν ἑαλωκότʼ ἤδη διώρισεν ὡς κολαστέον καὶ οὗ, τὴν τοῦ πεπονθότος εἰπὼν πατρίδα, καὶ περὶ τοῦ μηδένʼ ἄλλον τρόπον ἢ τοῦτον μηδʼ ἄλλοθι πλὴν ἐνταῦθʼ ἄντικρυς εἴρηκεν. ὁ δὲ τὸ ψήφισμα γράφων, πολλοῦ γε δεῖ, διώρισεν, ὅς γε πάντα τούτοις τἀναντίʼ εἴρηκεν· γράψας γὰρ <q>ἐάν τις ἀποκτείνῃ Χαρίδημον,</q> <q>ἀγώγιμος ἔστω</q> φησὶν <q>πανταχόθεν.</q> </p></div><div type="textpart" subtype="section" n="35"><p>τί λέγεις; τῶν νόμων οὐδὲ τοὺς ἑαλωκότας διδόντων ἀπάγειν πλὴν ἐν τῇ ἡμεδαπῇ, σὺ γράφεις ἄνευ κρίσεώς τινʼ ἀγώγιμον ἐκ τῆς συμμαχίδος πάσης; καὶ οὐδʼ ἐν τῇ ἡμεδαπῇ ἄγειν κελευόντων τῶν νόμων, σὺ δίδως ἄγειν πανταχόθεν; καὶ μὴν ἔν γε τῷ ποιεῖν ἀγώγιμον πάνθʼ ὅσʼ ἀπείρηκεν ὁ νόμος δέδωκας, χρήματα πράξασθαι, ζῶντα λυμαίνεσθαι, κακοῦν ἔχοντα, αὐτὸν ἀποκτιννύναι.</p></div></div></body></text></TEI>