ὅταν δʼ ἐξετάζω περὶ τοῦ συμφέρειν ἢ μὴ τῇ πόλει ταῦτα ψηφίσασθαι, πάντα τἄλλʼ ἀφεὶς τοὺς λογισμοὺς ὁράτω τοὺς περὶ τούτων, πότερʼ ὀρθῶς ἔχοντας ποιοῦμαι ἢ οὔ. ἐὰν γὰρ τοῦτον ἔχοντες τὸν τρόπον ἀκροάσησθέ μου, αὐτοί τʼ ἄρισθʼ ἃ προσήκει συνήσετε, χωρὶς ἕκαστα σκοποῦντες καὶ οὐχ ἅμα πάνθʼ ἁθρόʼ ἐξετάζοντες, κἀγὼ ῥᾷσθʼ ἃ βούλομαι δυνήσομαι διδάξαι. ἔσονται δὲ βραχεῖς περὶ πάντων οἱ λόγοι· λαβὲ δὴ τοὺς νόμους αὐτοὺς καὶ λέγε, ἵνʼ ἐξ αὐτῶν ἐπιδεικνύω τούτων τὸ παράνομον. ΝΟΜΟΣ ΕΚ ΤΩΝ ΦΟΝΙΚΩΝ ΝΟΜΩΝ ΤΩΝ ΕΞ ΑΡΕΙΟΥ ΠΑΓΟΥ. δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος ἐκ προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς. ἐπίσχες. ἠκούσατε μὲν τοῦ τε νόμου καὶ τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι· ὡς δʼ ἄν μοι δοκεῖτε τοὺς περὶ τοῦ παρανόμου λόγους αὐτοὺς ῥᾷστα μαθεῖν, τοῦθʼ ὑμῖν φράσω· εἰ σκέψαισθʼ ἐν τίνι τάξει ποτʼ ἔσθʼ ὑπὲρ οὗ τὸ ψήφισμʼ εἴρηται, πότερα ξένος ἢ μέτοικος ἢ πολίτης ἐστίν. εἰ μὲν δὴ μέτοικον φήσομεν, οὐκ ἐροῦμεν ἀληθῆ, εἰ δʼ αὖ ξένον, οὐχὶ δίκαια ποιήσομεν· τὴν γὰρ τοῦ δήμου δωρειάν, ἐν ᾗ πολίτης γέγονεν, κυρίαν αὐτῷ δίκαιόν ἐστιν εἶναι. ὡς ὑπὲρ πολίτου τοίνυν, ὡς ἔοικε, ποιητέον τοὺς λόγους. θεάσασθε δὴ πρὸς Διὸς ὡς ἁπλῶς καὶ δικαίως χρήσομαι τῷ λόγῳ, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτὸν ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δʼ οὐδʼ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδʼ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους. τίνʼ οὖν ἐστι ταῦτα; ἃ νυνὶ γέγραφʼ οὑτοσί. γέγραπται γὰρ ἐν μὲν τῷ νόμῳ τὴν βουλὴν δικάζειν φόνου καὶ τραύματος ἐν προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς. καὶ προσειπὼν ὁ θεὶς τὸν νόμον ἐὰν ἀποκτείνῃ, κρίσιν πεποίηκεν ὅμως, οὐ πρότερον τί χρὴ πάσχειν τὸν δεδρακότʼ εἴρηκεν, καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὑπὲρ εὐσεβείας ὅλης τῆς πόλεως προϊδών. πῶς; οὐκ ἔνεστιν ἅπαντας ἡμᾶς εἰδέναι τίς ποτʼ ἐστὶν ὁ ἀνδροφόνος. τὸ μὲν δὴ τὰ τοιαῦτʼ ἄνευ κρίσεως πιστεύειν, ἄν τις ἐπαιτιάσηται, δεινὸν ἡγεῖτο, δεῖν δʼ ὑπελάμβανεν, ἐπειδήπερ ἡμεῖς τιμωρήσομεν τῷ πεπονθότι, πεισθῆναι καὶ μαθεῖν ἡμᾶς διδασκομένους ὡς δέδρακεν· τηνικαῦτα γὰρ εὐσεβὲς ἤδη κολάζειν εἰδόσιν εἶναι, πρότερον δʼ οὔ.