τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ παράδειγμʼ ἑορακότες, ἂν ἐμοὶ πείθησθε, κἀκεῖνʼ εἰδότες, ὅτι Φίλιππος, ὅτε μὲν Ἀμφίπολιν ἐπολιόρκει, ἵνʼ ὑμῖν παραδῷ πολιορκεῖν ἔφη, ἐπειδὴ δʼ ἔλαβεν, καὶ Ποτείδαιαν προσαφείλετο, ἐκείνην τὴν πίστιν βουλήσεσθʼ ἔχειν, ἥνπερ φασὶ πρὸς Λακεδαιμονίους ποτʼ εἰπεῖν Φιλοκράτην τὸν Ἐφιάλτου. καὶ γὰρ ἐκεῖνόν φασιν, ἐξαπατώντων τι τῶν Λακεδαιμονίων καὶ προτεινόντων πίστιν ἥντινα βούλεται λαμβάνειν, εἰπεῖν ὅτι πίστιν ἂν οἴεται γενέσθαι μόνην, εἰ δείξειαν ὅπως, ἂν ἀδικεῖν βούλωνται, μὴ δυνήσονται, ἐπεὶ ὅτι γʼ ἀεὶ βουλήσονται εὖ εἰδέναι· ἕως ἂν οὖν δύνωνται, πίστιν οὐκ εἶναι. ταύτην, ἂν ἐμοὶ χρῆσθε συμβούλῳ, φυλάξετε τὴν πίστιν πρὸς τοῦτον τὸν Θρᾷκα, καὶ μὴ βουλήσεσθʼ εἰδέναι τινʼ ἄν, εἰ πάσης ἄρξειε Θρᾴκης, πρὸς ὑμᾶς σχοίη γνώμην. ὅτι τοίνυν ὅλως οὐδʼ ὑγιαινόντων ἐστὶν ἀνθρώπων τοιαῦτα γράφειν ψηφίσματα καὶ διδόναι τισὶ τοιαύτας δωρειάς, καὶ τοῦτʼ ἐκ πολλῶν ῥᾴδιον γνῶναι. ἴστε γὰρ δήπου πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὁμοίως ἐμοί, ὅτι τὸν Κότυν ποτʼ ἐκεῖνον ἐποιήσασθε πολίτην, δῆλον ὡς κατʼ ἐκεῖνον τὸν χρόνον εὔνουν ἡγούμενοι. καὶ μὴν καὶ χρυσοῖς στεφάνοις ἐστεφανοῦτε, οὐκ ἄν, εἴ γʼ ἐχθρὸν ἡγεῖσθε. ἀλλʼ ὅμως, ἐπειδὴ πονηρὸς καὶ θεοῖς ἐχθρὸς ἦν καὶ μεγάλʼ ὑμᾶς ἠδίκει, τοὺς ἀποκτείναντας ἐκεῖνον Πύθωνα καὶ Ἡρακλείδην, τοὺς Αἰνίους, πολίτας ἐποιήσασθʼ ὡς εὐεργέτας καὶ χρυσοῖς στεφάνοις ἐστεφανώσατε. εἰ δὴ τότε, ὅθʼ ὑμῖν οἰκείως ἔχειν ὁ Κότυς ἐδόκει, ἔγραψέ τις, ἄν τις ἀποκτείνῃ Κότυν, ἔκδοτον αὐτὸν εἶναι, πότερʼ ἐξέδοτʼ ἂν τὸν Πύθωνα καὶ τὸν ἀδελφόν, ἢ παρὰ τὸ ψήφισμα τοῦτο πολίτας ἐποιεῖσθε καὶ ὡς εὐεργέτας ἐτιμᾶτε; τί δʼ; Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν, ἡνίκʼ εἶχε μὲν αἰχμάλωτον δήσας Πελοπίδαν, ἐχθρὸς δʼ ὡς οὐδεὶς ἦν Θηβαίοις, ὑμῖν δʼ οἰκείως διέκειθʼ οὕτως ὥστε παρʼ ὑμῶν στρατηγὸν αἰτεῖν, ἐβοηθεῖτε δʼ αὐτῷ καὶ πάντʼ ἦν Ἀλέξανδρος, πρὸς Διὸς εἴ τις ἔγραψεν, ἄν τις ἀποκτείνῃ Ἀλέξανδρον, ἀγώγιμον εἶναι, ἆρʼ ἂν ὧν μετὰ ταῦθʼ ὕβρισεν καὶ προὐπηλάκισεν ἀσφαλὲς ἦν τῳ παρʼ αὐτοῦ δίκην πειρᾶσθαι λαβεῖν;