<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="66"><p>τίνος οὖν ἕνεκʼ, ὦ βδελυρέ, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντʼ ἀφʼ οὗ σὺ πολιτεύει, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες φεύγουσιν, οὐδενὸς πώποτʼ ἐξητάσθης κατήγορος οὐδʼ ἀγανακτῶν ὤφθης ὑπὲρ ὧν ἡ πόλις πάσχει, οὕτως ὢν θρασὺς καὶ λέγειν δεινός, ἀλλʼ ἐνταῦθʼ ἐφάνης κηδεμὼν ὤν, οὗ <del>σε</del> πολλοὺς ἔδει κακῶς ποιῆσαι; </p></div><div type="textpart" subtype="section" n="67"><p>βούλεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τῶν μὲν <delSpan spanTo="#n001"/><quote>μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται· διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρʼ ἀδικοῦσιν ἀπεχθάνεσθαι ἢ ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθʼ ὁρᾶν ἢ τὰ τῶν ὀλίγων. ἀλλὰ τοῦτʼ αἴτιον οὑγὼ λέγω. τῶν μὲν</quote><anchor xml:id="n001"/> οἶδεν ἑαυτὸν ὄντα, τῶν ἀδικούντων, ὑμᾶς δʼ οὐδενὸς ἀξίους ἡγήσατο· διὸ τοῦτον ἐχρήσατο τὸν τρόπον ὑμῖν.</p></div><div type="textpart" subtype="section" n="68"><p>εἰ γὰρ ἀνδραπόδων πόλις, ἀλλὰ μὴ τῶν ἄρχειν ἑτέρων ἀξιούντων ὡμολογεῖτʼ εἶναι, οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ὕβρεις ἠνέσχεσθε τὰς τούτου, ἃς κατὰ τὴν ἀγορὰν ὕβριζεν ὁμοῦ μετοίκους, Ἀθηναίους· δῶν, ἀπάγων, βοῶν ἐν ταῖς ἐκκλησίαις ἐπὶ τοῦ βήματος· δούλους καὶ ἐκ δούλων καλῶν αὑτοῦ βελτίους καὶ ἐκ βελτιόνων· ἐρωτῶν εἰ μάτην τὸ δεσμωτήριον ᾠκοδομήθη. καταφαίην ἂν ἔγωγε, εἴ γʼ ὁ πατὴρ ὁ σὸς ᾤχετʼ αὐτόθεν αὐταῖς πέδαις ἐξορχησάμενος Διονυσίων τῇ πομπῇ. ἄλλα δʼ ὅσʼ ὕβρικεν οὐδʼ ἂν ἔχοι τις εἰπεῖν· τοσαῦτα τὸ πλῆθός ἐστιν. ὧν ἁθρόων ἄξιον λαβόντας δίκην τήμερον παράδειγμα ποιῆσαι τοῖς ἄλλοις, ἵνʼ ὦσιν μετριώτεροι.</p></div><div type="textpart" subtype="section" n="69"><p rend="indent">ἀλλὰ νὴ Δία ταῦτα μὲν τοιοῦτός ἐστιν ἐν οἷς πεπολίτευται, ἄλλα δʼ ἔσθʼ ἃ καλῶς διῴκηκεν. ἀλλὰ καὶ τἄλλʼ οὕτω προσελήλυθε πάντα πρὸς ὑμᾶς ὥσθʼ ἥκιστʼ ἐν οἷς ἀκηκόατʼ ἄξιός ἐστι μισεῖσθαι. τί γὰρ βούλεσθʼ εἴπω; τὰ πομπεῖʼ ὡς ἐπεσκεύασεν, καὶ τὴν τῶν στεφάνων καθαίρεσιν, ἢ τὴν τῶν φιαλῶν ποίησιν τὴν καλήν; ἀλλʼ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλʼ ἀδικῶν ἔτυχεν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δίκαιος ὢν φανεῖται· καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις ἔστʼ ἔνοχος.</p></div><div type="textpart" subtype="section" n="70"><p>τὰ μὲν οὖν πόλλʼ ὧν λέγων ὑμᾶς ἐφενάκιζεν παραλείψω· φήσας δʼ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ἢ ῥόδων ὄντας, ἀλλʼ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. κᾆτʼ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων· ἐπὶ τοῖς στεφάνοις δʼ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλʼ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν.</p></div></div></body></text></TEI>