καὶ μὴν εἰ θέλετε σκέψασθαι τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει, τοῦτο μέγιστον ἂν εὕροιτε, ὅτι τοῖς μὲν δούλοις τὸ σῶμα τῶν ἀδικημάτων ἁπάντων ὑπεύθυνόν ἐστιν, τοῖς δʼ ἐλευθέροις, κἂν τὰ μέγιστʼ ἀτυχῶσιν, τοῦτό γʼ ἔνεστι σῶσαι· εἰς χρήματα γὰρ τὴν δίκην περὶ τῶν πλείστων παρὰ τούτων προσήκει λαμβάνειν. ὁ δὲ τοὐναντίον εἰς τὰ σώματα, ὥσπερ ἀνδραπόδοις, ἐποιήσατο τὰς τιμωρίας. οὕτω δʼ αἰσχρῶς καὶ πλεονεκτικῶς ἔσχε πρὸς ὑμᾶς ὥστε τὸν μὲν ἑαυτοῦ πατέρα ᾤετο δεῖν, δημοσίᾳ δεθέντʼ ἐπὶ χρήμασιν ἐν τῷ δεσμωτηρίῳ, μήτʼ ἀποδόντα ταῦτα μήτε κριθέντʼ ἀποδρᾶναι, τῶν δʼ ἄλλων πολιτῶν τὸν μὴ δυνάμενον τὰ ἑαυτοῦ θεῖναι οἴκοθεν εἰς τὸ δεσμωτήριον ἕλκεσθαι. εἶτʼ ἐπὶ τούτοις, ὡς ὁτιοῦν ἐξὸν ἑαυτῷ ποιεῖν, Σινώπην προσηνεχύραζεν καὶ Φανοστράτην, ἀνθρώπους πόρνας, οὐ μέντοι ὀφειλούσας εἰσφοράς. καίτοι εἴ τισιν ἄρα δοκοῦσʼ ἐπιτήδειαι ʼκεῖναι παθεῖν, ἀλλὰ τὸ πρᾶγμά γʼ οὐκ ἐπιτήδειον γίγνεσθαι, τηλικοῦτό τινας φρονεῖν διὰ καιρὸν ὥστε βαδίζειν ἐπʼ οἰκίας καὶ σκεύη φέρειν μηδὲν ὀφειλόντων ἀνθρώπων. πολλὰ γὰρ ἄν τις ἴδοι πολλοὺς ἐπιτηδείους ὄντας πάσχειν καὶ πεπονθέναι. ἀλλʼ οὐ ταῦτα λέγουσιν οἱ νόμοι, οὐδὲ τὰ τῆς πολιτείας ἔθη, ἃ φυλακτέον ὑμῖν· ἀλλʼ ἔνεστʼ ἔλεος, συγγνώμη, πάνθʼ ἃ προσήκει τοῖς ἐλευθέροις.