<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="31"><p>ἀλλʼ οὐ τοῦτʼ ἐσπούδασεν, ἀλλὰ ταῦτʼ ἀπεῖπεν ὑπὲρ ὑμῶν καὶ τῆς πολιτείας. ᾔδει γάρ, ᾔδει τοῖς αἰσχρῶς βεβιωκόσιν ἁπασῶν οὖσαν ἐναντιωτάτην πολιτείαν ἐν ᾗ πᾶσιν ἔξεστι λέγειν τἀκείνων ὀνείδη. ἔστι δʼ αὕτη τίς; δημοκρατία. οὔκουν ἐνόμιζεν ἀσφαλές, εἴ ποτε συμβήσεται γενέσθαι συχνοὺς ἀνθρώπους κατὰ τοὺς αὐτοὺς χρόνους εἰπεῖν μὲν δεινοὺς καὶ θρασεῖς, τοιούτων δʼ ὀνειδῶν καὶ κακῶν μεστούς· </p></div><div type="textpart" subtype="section" n="32"><p>πολλὰ γὰρ ἂν τὸν δῆμον ὑπʼ αὐτῶν ὑπαχθέντʼ ἐξαμαρτεῖν, κἀκείνους ἤτοι καταλῦσαί γʼ ἂν πειρᾶσθαι τὸ παράπαν τὸν δῆμον (ἐν γὰρ ταῖς ὀλιγαρχίαις, οὐδʼ ἂν ὦσιν ἔτʼ Ἀνδροτίωνός τινες αἴσχιον βεβιωκότες, οὐκ ἔστι λέγειν κακῶς τοὺς ἄρχοντας), ἢ προάγειν ἂν ὡς πονηροτάτους εἶναι, ἵνʼ ὡς ὁμοιότατοι σφίσιν ὦσι. τὴν οὖν ἀρχὴν τοῖς τοιούτοις ἀπεῖπε μὴ μετέχειν τοῦ συμβουλεύειν, ἵνα μὴ φενακισθεὶς ὁ δῆμος ἐξαμάρτοι μηδέν. ὧν ὀλιγωρήσας ὁ καλὸς κἀγαθὸς οὗτος οὐ μόνον ᾤετο δεῖν λέγειν καὶ γράφειν οὐκ ἐξόν, ἀλλὰ καὶ παρὰ τοὺς νόμους ταῦτα ποιεῖν.</p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">περὶ μὲν τοίνυν τοῦ νόμου καθʼ ὅν, ὠφληκότος αὐτοῦ τοῦ πατρὸς τῷ δημοσίῳ χρήματα καὶ οὐκ ἐκτετεικότος, οὐκ ἔξεστι λέγειν οὐδὲ γράφειν τούτῳ, ταὐτὰ δίκαια λέγειν ἂν ἔχοιτʼ εἰκότως, ἐὰν φῇ δεῖν ἡμᾶς ἐνδεικνύναι. τότε γὰρ τοῦτο ποιήσομεν, οὐ μὰ Δίʼ οὐχὶ νῦν, ἡνίκα δεῖ σʼ ἑτέρων ὧν ἀδικεῖς δοῦναι λόγον, ἀλλʼ ὅταν ᾖ προσῆκον ἐκ τοῦ νόμου, καὶ νῦν δὲ δείκνυμεν οὐκ ἐῶντα γράφειν σε, οὐδʼ ἃ τοῖς ἄλλοις ἔξεστι, τὸν νόμον.</p></div></div></body></text></TEI>