καὶ μὴν ἴστε γε τοῦθʼ ὅτι βουλόμενοι μηδένʼ ἀγωνίζεσθαι ξένον οὐκ ἐδώκαθʼ ἁπλῶς τῶν χορηγῶν οὐδενὶ προσκαλέσαντι τοὺς χορευτὰς σκοπεῖν, ἀλλʼ ἐὰν μὲν καλέσῃ, πεντήκοντα δραχμάς, ἐὰν δὲ καθέζεσθαι καθέζεσθαι κελεύσῃ, χιλίας ἀποτίνειν ἐτάξατε. τίνος εἵνεκα; ὅπως μὴ τὸν ἐστεφανωμένον καὶ λῃτουργοῦντα τῷ θεῷ ταύτην τὴν ἡμέραν καλῇ μηδʼ ἐπηρεάζῃ μηδʼ ὑβρίζῃ μηδεὶς ἐξεπίτηδες. εἶτα τὸν μὲν χορευτὴν οὐδʼ ὁ προσκαλέσας κατὰ τὸν νόμον ἀζήμιος ἔσται, τὸν δὲ χορηγὸν οὐδʼ ὁ συγκόψας παρὰ πάντας τοὺς νόμους οὕτω φανερῶς δώσει δίκην; ἀλλὰ μὴν οὐδέν ἐστʼ ὄφελος καλῶς καὶ φιλανθρώπως τοὺς νόμους ὑπὲρ τῶν πολλῶν κεῖσθαι, εἰ τοῖς ἀπειθοῦσι καὶ βιαζομένοις αὐτοὺς ἡ παρʼ ὑμῶν ὀργὴ τῶν ἀεὶ κυρίων μὴ γενήσεται. φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. παραιτήσομαι δʼ ὑμᾶς μηδὲν ἀχθεσθῆναί μοι, ἐὰν ἐπὶ συμφορᾶς τινῶν γεγονότων ὀνομαστὶ μνησθῶ· οὐ γὰρ ὀνειδίσαι μὰ τοὺς θεοὺς οὐδενὶ δυσχερὲς οὐδὲν βουλόμενος τοῦτο ποιήσω, ἀλλὰ δεῖξαι τὸ βιάζεσθαι καὶ ὑβρίζειν καὶ τὰ τοιαῦτα ποιεῖν ὡς ἅπαντες ὑμεῖς οἱ ἄλλοι φεύγετε. Σαννίων ἐστὶ δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων· οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ. τοῦτον μετὰ τὴν ἀτυχίαν ταύτην ἐμισθώσατό τις φιλονικῶν χορηγὸς τραγῳδῶν, οἶμαι, Θεοζοτίδης. τὸ μὲν οὖν πρῶτον ἠγανάκτουν οἱ ἀντιχορηγοὶ καὶ κωλύσειν ἔφασαν, ὡς δʼ ἐπληρώθη τὸ θέατρον καὶ τὸν ὄχλον συνειλεγμένον εἶδον ἐπὶ τὸν ἀγῶνα, ὤκνησαν, εἴασαν, οὐδεὶς ἥψατο, ἀλλὰ τοσοῦτον τῆς εὐσεβείας ἐν ἑκάστῳ τις ἂν ὑμῶν ἴδοι τὸ συγκεχωρηκὸς ὥστε πάντα τὸν μετὰ ταῦτα χρόνον διδάσκει τοὺς χοροὺς καὶ οὐδὲ τῶν ἰδίων ἐχθρῶν οὐδεὶς κωλύει· τοσοῦτʼ ἀπέχει τῶν χορηγῶν. ἄλλος ἐστὶν Ἀριστείδης Οἰνῇδος φυλῆς, ἠτυχηκώς τι καὶ οὗτος τοιοῦτον, ὃς νῦν μὲν καὶ γέρων ἐστὶν ἤδη καὶ ἴσως ἥττων χορευτής, ἦν δέ ποθʼ ἡγεμὼν τῆς φυλῆς κορυφαῖος . ἴστε δὲ δήπου τοῦθʼ ὅτι τὸν ἡγεμόνʼ ἂν ἀφέλῃ τις, οἴχεται ὁ λοιπὸς χορός. ἀλλʼ ὅμως πολλῶν χορηγῶν φιλονικησάντων, οὐδεὶς πώποτε τοῦτʼ εἶδε τὸ πλεονέκτημα, οὐδʼ ἐτόλμησε τοῦτον ἐξαγαγεῖν οὐδὲ κωλῦσαι· διὰ γὰρ τὸ δεῖν αὐτὸν ἐπιλαβόμενον τῇ χειρὶ τοῦτο ποιῆσαι καὶ μὴ προσκαλέσασθαι πρὸς τὸν ἄρχοντʼ ἐξεῖναι, ὥσπερ ἂν εἰ ξένον τις ἐξαγαγεῖν ἐβούλετο, ἅπας τις ὤκνει τῆς ἀσελγείας ταύτης αὐτόχειρ ὀφθῆναι γιγνόμενος.