εἶτʼ ἐφʼ ἧς ἀδείας αὐτοὶ πορεύεσθε, ταύτην οὐ βεβαιώσαντες ἐμοὶ βαδιεῖσθε; καὶ τίνι χρή με λογισμῷ περιεῖναι ταῦτα παθόντα, εἰ περιόψεσθέ με νῦν ὑμεῖς; θάρρει νὴ Δία, φήσειέ τις ἄν· οὐ γὰρ ἔτʼ οὐδὲν ὑβρισθήσει. ἐὰν δέ, τότʼ ὀργιεῖσθε, νῦν ἀφέντες; μηδαμῶς, ὦ ἄνδρες δικασταί, μὴ προδῶτε μήτʼ ἐμὲ μήθʼ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους. καὶ γὰρ αὐτὸ τοῦτʼ εἰ ʼθέλοιτε σκοπεῖν καὶ ζητεῖν, τῷ ποτʼ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων, ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θʼ ὁποσουσοῦν ἡ πόλις καθίσῃ, οὔτε τῷ μεθʼ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν, εὕροιτʼ ἄν, οὔτε τῷ τὰ σώματʼ ἄριστʼ ἔχειν καὶ μάλιστʼ ἰσχύειν τοὺς δικάζοντας , οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι, οὔτε τῶν τοιούτων οὐδενί, ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν.