ὥστε μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φοβηθέντα τὸν ὑμέτερον θόρυβον θοἰμάτιον προέσθαι καὶ μικροῦ γυμνὸν ἐν τῷ χιτωνίσκῳ γενέσθαι, φεύγοντʼ ἐκεῖνον ἕλκοντά με, καὶ μετὰ ταῦτʼ ἀπαντῶντες ὅπως ἐπέξει τῷ μιαρῷ καὶ μὴ διαλύσει· θεάσονταί σε τί ποιήσεις Ἀθηναῖοι τοιαῦτα λέγοντες· ἐπειδὴ κεχειροτόνηται μὲν ὕβρις τὸ πρᾶγμʼ εἶναι, ἐν ἱερῷ δʼ οἱ ταῦτα κρίνοντες καθεζόμενοι διέγνωσαν, διέμεινα δʼ ἐγὼ καὶ οὐ προὔδωκʼ οὔθʼ ὑμᾶς οὔτʼ ἐμαυτόν, τηνικαῦτʼ ἀποψηφιεῖσθʼ ὑμεῖς. μηδαμῶς· πάντα γὰρ τὰ αἴσχιστʼ ἔνεστιν ἐν τῷ πράγματι. εἰμὶ δʼ οὐ τούτων ὑμῖν ἄξιος (πῶς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι;) κρίνων ἄνθρωπον καὶ δοκοῦντα καὶ ὄντα βίαιον καὶ ὑβριστήν, ἡμαρτηκότʼ ἀσελγῶς ἐν πανηγύρει, μάρτυρας τῆς ὕβρεως τῆς ἑαυτοῦ πεποιημένον οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας ἅπαντας τῶν Ἑλλήνων. ἤκουσεν ὁ δῆμος τὰ πεπραγμένα τούτῳ. τί οὖν; ὑμῖν καταχειροτονήσας παρέδωκεν.