καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τόθʼ ὅτʼ ἦν ἡ προβολή, τὰ πεπραγμένʼ ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου, οὐκ ἂν ὁμοίως ἦν δεινόν· καὶ γὰρ μὴ γεγενῆσθαι, καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτʼ εἶναι, καὶ πόλλʼ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι. νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη, εἰ παρʼ αὐτὰ τἀδικήμαθʼ οὕτως ὀργίλως καὶ πικρῶς καὶ χαλεπῶς ἅπαντες ἔχοντες ἐφαίνεσθε , ὥστε Νεοπτολέμου καὶ Μνησαρχίδου καὶ Φιλιππίδου καί τινος τῶν σφόδρα τούτων πλουσίων δεομένων καὶ ἐμοῦ καὶ ὑμῶν, ἐβοᾶτε μὴ ἀφεῖναι, καὶ προσελθόντος μοι Βλεπαίου τοῦ τραπεζίτου, τηλικοῦτʼ ἀνεκράγετε, ὡς, τοῦτʼ ἐκεῖνο, χρήματά μου ληψομένου,