ἀλλʼ εἴπερ εἰσὶ φίλοι καὶ δεινὸν εἰ μὴ πλουτήσει Μειδίας ἡγοῦνται, εἰσὶ μὲν εἰς τὰ μάλιστʼ αὐτοὶ πλούσιοι, καὶ καλῶς ποιοῦσι, χρήματα δʼ αὐτῷ παρʼ ἑαυτῶν δόντων, ἵνʼ ὑμεῖς μὲν ἐφʼ οἷς εἰσήλθετʼ ὀμωμοκότες δικαίως ψηφίσησθε, οὗτοι δὲ παρʼ αὑτῶν τὰς χάριτας, μὴ μετὰ τῆς ὑμετέρας αἰσχύνης, ποιῶνται. εἰ δʼ οὗτοι χρήματʼ ἔχοντες μὴ πρόοιντʼ ἄν, πῶς ὑμῖν καλὸν τὸν ὅρκον προέσθαι; πλούσιοι πολλοὶ συνεστηκότες, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ δοκεῖν τινὲς εἶναι διʼ εὐπορίαν προσειληφότες, ὑμῶν παρίασι δεησόμενοι. τούτων μηδενί μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε, ἀλλʼ ὥσπερ ἕκαστος τούτων ὑπὲρ τῶν ἰδίᾳ συμφερόντων καὶ ὑπὲρ τούτου σπουδάσεται, οὕτως ὑμεῖς ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων καὶ ἐμοῦ τοῦ ἐφʼ ὑμᾶς καταπεφευγότος σπουδάσατε, καὶ τηρήσατε τὴν γνώμην ταύτην ἐφʼ ἧς νῦν ἐστέ.