οὐδὲν δεινὸν οὐδʼ ἐλεινὸν Μειδίας πείσεται, ἂν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, οὓς νῦν ὑβρίζει καὶ πτωχοὺς ἀποκαλεῖ, ἃ δὲ νῦν περιόντʼ αὐτὸν ὑβρίζειν ἐπαίρει, περιαιρεθῇ. οὐδʼ οὗτοι δήπου ταῦθʼ ὑμῶν εἰσι δίκαιοι δεῖσθαι, μὴ κατὰ τοὺς νόμους δικάσητʼ, ἄνδρες δικασταί· μὴ βοηθήσητε τῷ πεπονθότι δεινά· μὴ εὐορκεῖτε· ἡμῖν δότε τὴν χάριν ταύτην. ταῦτα γάρ, ἄν τι δέωνται περὶ τούτου, δεήσονται, κἂν μὴ ταῦτα λέγωσι τὰ ῥήματα. ἀλλʼ εἴπερ εἰσὶ φίλοι καὶ δεινὸν εἰ μὴ πλουτήσει Μειδίας ἡγοῦνται, εἰσὶ μὲν εἰς τὰ μάλιστʼ αὐτοὶ πλούσιοι, καὶ καλῶς ποιοῦσι, χρήματα δʼ αὐτῷ παρʼ ἑαυτῶν δόντων, ἵνʼ ὑμεῖς μὲν ἐφʼ οἷς εἰσήλθετʼ ὀμωμοκότες δικαίως ψηφίσησθε, οὗτοι δὲ παρʼ αὑτῶν τὰς χάριτας, μὴ μετὰ τῆς ὑμετέρας αἰσχύνης, ποιῶνται. εἰ δʼ οὗτοι χρήματʼ ἔχοντες μὴ πρόοιντʼ ἄν, πῶς ὑμῖν καλὸν τὸν ὅρκον προέσθαι; πλούσιοι πολλοὶ συνεστηκότες, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ δοκεῖν τινὲς εἶναι διʼ εὐπορίαν προσειληφότες, ὑμῶν παρίασι δεησόμενοι. τούτων μηδενί μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, προῆσθε, ἀλλʼ ὥσπερ ἕκαστος τούτων ὑπὲρ τῶν ἰδίᾳ συμφερόντων καὶ ὑπὲρ τούτου σπουδάσεται, οὕτως ὑμεῖς ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων καὶ ἐμοῦ τοῦ ἐφʼ ὑμᾶς καταπεφευγότος σπουδάσατε, καὶ τηρήσατε τὴν γνώμην ταύτην ἐφʼ ἧς νῦν ἐστέ. καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τόθʼ ὅτʼ ἦν ἡ προβολή, τὰ πεπραγμένʼ ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου, οὐκ ἂν ὁμοίως ἦν δεινόν· καὶ γὰρ μὴ γεγενῆσθαι, καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτʼ εἶναι, καὶ πόλλʼ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι. νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη, εἰ παρʼ αὐτὰ τἀδικήμαθʼ οὕτως ὀργίλως καὶ πικρῶς καὶ χαλεπῶς ἅπαντες ἔχοντες ἐφαίνεσθε , ὥστε Νεοπτολέμου καὶ Μνησαρχίδου καὶ Φιλιππίδου καί τινος τῶν σφόδρα τούτων πλουσίων δεομένων καὶ ἐμοῦ καὶ ὑμῶν, ἐβοᾶτε μὴ ἀφεῖναι, καὶ προσελθόντος μοι Βλεπαίου τοῦ τραπεζίτου, τηλικοῦτʼ ἀνεκράγετε, ὡς, τοῦτʼ ἐκεῖνο, χρήματά μου ληψομένου,