πέπυσμαι τοίνυν καὶ Φιλιππίδην καὶ Μνησαρχίδην καὶ Διότιμον τὸν Εὐωνυμέα καὶ τοιούτους τινὰς πλουσίους καὶ τριηράρχους ἐξαιτήσεσθαι καὶ λιπαρήσειν παρʼ ὑμῶν αὐτόν, αὑτοῖς ἀξιοῦντας δοθῆναι τὴν χάριν ταύτην. περὶ ὧν οὐδὲν ἂν εἴποιμι πρὸς ὑμᾶς φλαῦρον ἐγώ (καὶ γὰρ ἂν μαινοίμην)· ἀλλʼ ἃ θεωρεῖν ὑμᾶς, ὅταν οὗτοι δέωνται, δεῖ καὶ λογίζεσθαι, ταῦτʼ ἐρῶ. ἐνθυμεῖσθʼ, ὦ ἄνδρες δικασταί, εἰ γένοιντο (ὃ μὴ γένοιτʼ οὐδʼ ἔσται) οὗτοι κύριοι τῆς πολιτείας μετὰ Μειδίου καὶ τῶν ὁμοίων τούτῳ, καί τις ὑμῶν τῶν πολλῶν καὶ δημοτικῶν ἁμαρτὼν εἴς τινα τούτων, μὴ τοιαῦθʼ οἷα Μειδίας εἰς ἐμέ, ἀλλʼ ὁτιοῦν ἄλλο, εἰς δικαστήριον εἰσίοι πεπληρωμένον ἐκ τούτων, τίνος συγγνώμης ἢ τίνος λόγου τυχεῖν ἂν οἴεσθε; ταχύ γʼ ἂν χαρίσαιντο, οὐ γάρ; ἢ δεηθέντι τῳ τῶν πολλῶν πρόσσχοιεν, ἀλλʼ οὐκ ἂν εὐθέως εἴποιεν τὸν δὲ βάσκανον, τὸν δʼ ὄλεθρον, τοῦτον δʼ ὑβρίζειν, ἀναπνεῖν δέ; ὃν εἴ τις ἐᾷ ζῆν, ἀγαπᾶν δεῖ;