μὴ δῆτα· ἀλλʼ ὅταν οὗτος ἔχων τὰ παιδία τούτοις ἀξιοῖ δοῦναι τὴν ψῆφον ὑμᾶς, τόθʼ ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι καὶ τὸν ὅρκον ὃν ὀμωμόκατε , τούτοις ἀξιοῦντα καὶ ἀντιβολοῦνθʼ ἕκαστον ὑμῶν ψηφίσασθαι. οἷς ὑμεῖς κατὰ πολλὰ δικαιότερον πρόσθοισθʼ ἂν ἢ τούτῳ· καὶ γὰρ ὀμωμόκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς νόμοις πείσεσθαι, καὶ τῶν ἴσων μέτεστιν ὑμῖν διὰ τοὺς νόμους, καὶ πάνθʼ ὅσʼ ἔστʼ ἀγάθʼ ὑμῖν διὰ τοὺς νόμους ἐστίν, οὐ διὰ Μειδίαν οὐδὲ διὰ τοὺς Μειδίου παῖδας. καὶ ῥήτωρ ἐστὶν οὗτος ἴσως ἐμὲ φήσει λέγων. ἐγὼ δʼ, εἰ μὲν ὁ συμβουλεύων ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῆται, καὶ τοῦτʼ ἄχρι τοῦ μηδὲν ὑμῖν ἐνοχλεῖν μηδὲ βιάζεσθαι, ῥήτωρ ἐστίν, οὔτε φύγοιμʼ ἂν οὔτʼ ἀπαρνοῦμαι τοῦτο τοὔνομα· εἰ μέντοι ῥήτωρ ἐστὶν οἵους ἐνίους τῶν λεγόντων ἐγὼ καὶ ὑμεῖς δʼ ὁρᾶτε, ἀναιδεῖς καὶ ἀφʼ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ· εἴληφα μὲν γὰρ οὐδʼ ὁτιοῦν παρʼ ὑμῶν, τὰ δʼ ὄντʼ εἰς ὑμᾶς πλὴν πάνυ μικρῶν ἅπαντʼ ἀνήλωκα. καίτοι καὶ εἰ τούτων ἦν πονηρότατος, κατὰ τοὺς νόμους ἔδει παρʼ ἐμοῦ δίκην λαμβάνειν, οὐκ ἐφʼ οἷς ἐλῃτούργουν ὑβρίζειν.