ἀλλὰ μὴν τί ἄλλο; τραγῳδοῖς κεχορήγηκέ ποθʼ οὗτος, ἐγὼ δʼ αὐληταῖς ἀνδράσιν. καὶ ὅτι τοῦτο τἀνάλωμʼ ἐκείνης τῆς δαπάνης πλέον ἐστὶ πολλῷ, οὐδεὶς ἀγνοεῖ δήπου. κἀγὼ μὲν ἐθελοντὴς νῦν, οὗτος δὲ καταστὰς ἐξ ἀντιδόσεως τότε, οὗ χάριν οὐδεμίαν δήπου δικαίως ἄν τις ἔχοι. τί ἔτι; εἱστίακα τὴν φυλὴν ἐγὼ καὶ Παναθηναίοις κεχορήγηκα, οὗτος δʼ οὐδέτερα. ἡγεμὼν συμμορίας ὑμῖν ἐγενόμην ἐγὼ ἔτη δέκα, ἴσον Φορμίωνι καὶ Λυσιθείδῃ καὶ Καλλαίσχρῳ καὶ τοῖς πλουσιωτάτοις, εἰσφέρων οὐκ ἀφʼ ὑπαρχούσης οὐσίας (ὑπὸ γὰρ τῶν ἐπιτρόπων ἀπεστερήμην), ἀλλʼ ἀπὸ τῆς δόξης ὧν ὁ πατήρ μοι κατέλιπεν καὶ ὧν δίκαιον ἦν με δοκιμασθέντα κομίσασθαι. ἐγὼ μὲν οὖν οὕτως ὑμῖν προσενήνεγμαι, Μειδίας δὲ πῶς; οὐδέπω καὶ τήμερον συμμορίας ἡγεμὼν γέγονεν, οὐδὲν τῶν πατρῴων ἀποστερηθεὶς ὑπʼ οὐδενός, ἀλλὰ παρὰ τοῦ πατρὸς πολλὴν οὐσίαν παραλαβών. τίς οὖν ἡ λαμπρότης, ἢ τίνες αἱ λῃτουργίαι καὶ τὰ σέμνʼ ἀναλώματα τούτου; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ, πλὴν εἰ ταῦτά τις θεωρεῖ· οἰκίαν ᾠκοδόμηκεν Ἐλευσῖνι τοσαύτην ὥστε πᾶσιν ἐπισκοτεῖν τοῖς ἐν τῷ τόπῳ, καὶ εἰς μυστήρια τὴν γυναῖκʼ ἄγει, κἂν ἄλλοσέ ποι βούληται, ἐπὶ τοῦ λευκοῦ ζεύγους τοῦ ἐκ Σικυῶνος, καὶ τρεῖς ἀκολούθους ἢ τέτταρας αὐτὸς ἔχων διὰ τῆς ἀγορᾶς σοβεῖ, κυμβία καὶ ῥυτὰ καὶ φιάλας ὀνομάζων οὕτως ὥστε τοὺς παριόντας ἀκούειν. ἐγὼ δʼ ὅσα μὲν τῆς ἰδίας τρυφῆς εἵνεκα Μειδίας καὶ περιουσίας κτᾶται, οὐκ οἶδʼ ὅ τι τοὺς πολλοὺς ὑμῶν ὠφελεῖ· ἃ δʼ ἐπαιρόμενος τούτοις ὑβρίζει, ἐπὶ πολλοὺς καὶ τοὺς τυχόντας ἡμῶν ἀφικνούμενʼ ὁρῶ. οὐ δεῖ δὴ τὰ τοιαῦθʼ ἑκάστοτε τιμᾶν οὐδὲ θαυμάζειν ὑμᾶς, οὐδὲ τὴν φιλοτιμίαν ἐκ τούτων κρίνειν, εἴ τις οἰκοδομεῖ λαμπρῶς ἢ θεραπαίνας κέκτηται πολλὰς ἢ σκεύη καλά , ἀλλʼ ὃς ἂν ἐν τούτοις λαμπρὸς καὶ φιλότιμος ᾖ, ὧν ἅπασι μέτεστι τοῖς πολλοῖς ὑμῶν· ὧν οὐδὲν εὑρήσετε τούτῳ προσόν. ἀλλὰ νὴ Δία τριήρη ἐπέδωκεν· ταύτην γὰρ οἶδʼ ὅτι θρυλήσει, καὶ φήσει ἐγὼ ὑμῖν τριήρη ἐπέδωκα. οὑτωσὶ δὴ ποιήσατε. εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλοτιμίας εἵνεκα ταύτην ἐπέδωκεν, ἣν προσήκει τῶν τοιούτων ἔχειν χάριν, ταύτην ἔχετʼ αὐτῷ καὶ ἀπόδοτε, ὑβρίζειν δὲ μὴ δῶτε· οὐδενὸς γὰρ πράγματος οὐδʼ ἔργου τοῦτο συγχωρητέον. εἰ δὲ δὴ καὶ δειλίας καὶ ἀνανδρίας εἵνεκα δειχθήσεται τοῦτο πεποιηκώς, μὴ παρακρουσθῆτε. πῶς οὖν εἴσεσθε; ἐγὼ καὶ τοῦτο διδάξω· ἄνωθεν δέ, βραχὺς γάρ ἐσθʼ ὁ λόγος, λέξω.