<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="36"><p rend="indent">ὡς μὲν εἰκότως καὶ δικαίως τετύχηκεν τῆς ἀτελείας παρʼ ὑμῶν ὁ Λεύκων, ἀκηκόατʼ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. τούτων δʼ ἁπάντων στήλας ἀντιγράφους ἐστήσαθʼ ὑμεῖς κἀκεῖνος, τὴν μὲν ἐν Βοσπόρῳ, τὴν δʼ ἐν Πειραιεῖ, τὴν δʼ ἐφʼ Ἱερῷ. σκοπεῖτε δὴ πρὸς ὅσης κακίας ὑπερβολὴν ὑμᾶς ὁ νόμος προάγει, ὃς ἀπιστότερον τὸν δῆμον καθίστησʼ ἑνὸς ἀνδρός.</p></div><div type="textpart" subtype="section" n="37"><p>μὴ γὰρ οἴεσθʼ ὑμῖν ἄλλο τι τὰς στήλας ἑστάναι ταύτας ἢ τούτων πάντων ὧν ἔχετʼ ἢ δεδώκατε συνθήκας, αἷς ὁ μὲν Λεύκων ἐμμένων φανεῖται καὶ ποιεῖν ἀεί τι προθυμούμενος ὑμᾶς εὖ, ὑμεῖς δʼ ἑστώσας ἀκύρους πεποιηκότες, ὃ πολὺ δεινότερον τοῦ καθελεῖν· αὗται γὰρ οὑτωσὶ τοῖς βουλομένοις κατὰ τῆς πόλεως βλασφημεῖν τεκμήριον ὡς ἀληθῆ λέγουσιν ἑστήξουσιν.</p></div><div type="textpart" subtype="section" n="38"><p>φέρʼ, ἐὰν δὲ δὴ πέμψας ὡς ἡμᾶς ὁ Λεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῄρησθε, τί πρὸς θεῶν ἐροῦμεν ἢ τί γράψει ποθʼ ὁ τὸ ψήφισμʼ ὑπὲρ ἡμῶν γράφων; </p></div><div type="textpart" subtype="section" n="39"><p>ὅτι νὴ Δίʼ ἦσάν τινες τῶν εὑρημένων ἀνάξιοι. ἐὰν οὖν εἴπῃ πρὸς ταῦτʼ ἐκεῖνος <q>καὶ γὰρ Ἀθηναίων τινὲς ἴσως φαῦλοι, καὶ οὐ διὰ ταῦτʼ ἐγὼ τοὺς χρηστοὺς ἀφειλόμην, ἀλλὰ τὸν δῆμον νομίζων χρηστὸν πάντας ἔχειν ἐῶ,</q> οὐ δικαιότερʼ ἡμῶν ἐρεῖ; ἐμοὶ γοῦν δοκεῖ. παρὰ πᾶσι γὰρ ἀνθρώποις μᾶλλόν ἐστιν ἔθος διὰ τοὺς εὐεργέτας καὶ ἄλλους τινὰς εὖ ποιεῖν τῶν μὴ χρηστῶν ἢ διὰ τοὺς φαύλους τοὺς ὁμολογουμένως ἀξίους χάριτος τὰ δοθέντʼ ἀφαιρεῖσθαι.</p></div><div type="textpart" subtype="section" n="40"><p>καὶ μὴν οὐδʼ ὅπως οὐκ ἀντιδώσει τῷ Λεύκωνί τις, ἂν βούληται, δύναμαι σκοπούμενος εὑρεῖν. χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρʼ ὑμῖν αὐτοῦ, κατὰ δὲ τὸν νόμον τοῦτον, ἐάν τις ἐπʼ αὔτʼ ἔλθῃ, ἢ στερήσεται τούτων ἢ λῃτουργεῖν ἀναγκασθήσεται. ἔστι δʼ οὐ τὸ τῆς δαπάνης μέγιστον ἐκείνῳ, ἀλλʼ ὅτι τὴν δωρειὰν ὑμᾶς αὐτὸν ἀφῃρῆσθαι νομιεῖ.</p></div></div></body></text></TEI>