<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="46"><p><q>μὴ νῦν,</q> ὑπολαβὼν Αἰσχίνης οὑτοσί, <q>μὴ νῦν ἀφίστασο,</q> ἔφη, <q>ἀλλʼ ὅπως τότε μὴ προσποιήσει.</q> <q>νὴ Δίʼ, ἢ ἀδικήσω γʼ,</q> ἔφην. ἐπαναστὰς δʼ ὁ Φιλοκράτης μάλʼ ὑβριστικῶς <q>οὐδὲν,</q> ἔφη, <q>θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτʼ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω.</q> καὶ ὑμεῖς ἐγελᾶτε.</p></div><div type="textpart" subtype="section" n="47"><p>σκέψασθε δὴ τὸ ψήφισμα, ὃ δίδωσι γράψας μετὰ ταῦθʼ ὁ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφʼ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. λέγε τὸ ψήφισμα.</p><p rend="center"><label>ΨΗΦΙΣΜΑ.</label></p></div><div type="textpart" subtype="section" n="48"><p>ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ <q>τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν,</q> καὶ <q>ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν.</q> ἀλλʼ οὐδὲν ἐκεῖνός γʼ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γʼ ἔδει <del>ἐπαγγέλλεσθαι</del> ὥστʼ οὐδʼ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο.</p></div><div type="textpart" subtype="section" n="49"><p>ἀλλʼ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς ὁ Φιλοκράτης ἐγγράφει τοῦτʼ εἰς τὸ ψήφισμα, <q>ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς ἃ δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει ὁ δῆμος ὁ Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι.</q> </p></div><div type="textpart" subtype="section" n="50"><p>οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δʼ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατʼ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι (ποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί), ἀλλʼ οὐ <q>συγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας,</q> οὐδʼ <q>ἐπισχεῖν ἕως ἂν συλλεγῶσιν,</q> οὐδὲ <q>βοηθεῖν Πρόξενον εἰς Φωκέας,</q> οὐδʼ <q>ἐξιέναι Ἀθηναίους,</q> οὐδὲ τοιοῦτʼ οὐδέν.</p></div></div></body></text></TEI>