<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p>Θεσπιὰς δὲ καὶ Πλαταιὰς οἰκιζομένας, τῷ θεῷ δὲ τὰ χρήματʼ εἰσπραττόμενʼ οὐ παρὰ Φωκέων, ἀλλὰ παρὰ Θηβαίων τῶν βουλευσάντων τὴν κατάληψιν τοῦ ἱεροῦ· διδάσκειν γὰρ αὐτὸς ἔφη τὸν Φίλιππον ὅτι οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ πραξάντων, καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.</p></div><div type="textpart" subtype="section" n="22"><p>ἀκούειν δὲ καὶ τῶν Εὐβοέων ἐνίων ἔφη πεφοβημένων καὶ τεταραγμένων τὴν πρὸς τὴν πόλιν οἰκειότητα Φιλίππῳ γεγενημένην, ὅτι <q>οὐ λελήθαθʼ ἡμᾶς, ὦ ἄνδρες πρέσβεις, ἐφʼ οἷς πεποίησθε τὴν εἰρήνην πρὸς Φίλιππον, οὐδʼ ἀγνοοῦμεν ὅτι ὑμεῖς μὲν Ἀμφίπολιν δεδώκατʼ ἐκείνῳ, Φίλιππος δʼ ὑμῖν Εὔβοιαν ὡμολόγηκεν παραδώσειν.</q> εἶναι μέντοι τι καὶ ἄλλο διῳκημένον αὑτῷ, οὐ μήν πω τοῦτο βούλεσθαι λέγειν· καὶ γὰρ νῦν φθονεῖν τινὰς αὑτῷ τῶν συμπρέσβεων. ὑπῃνίττετο δʼ οὕτω καὶ παρεδήλου τὸν Ὠρωπόν.</p></div><div type="textpart" subtype="section" n="23"><p>εὐδοκιμῶν δʼ ἐπὶ τούτοις εἰκότως, καὶ δοκῶν καὶ ῥήτωρ ἄριστος εἶναι καὶ ἀνὴρ θαυμαστός, κατέβη μάλα σεμνῶς. ἀναστὰς δʼ ἐγὼ ταῦτά τʼ οὐκ ἔφην εἰδέναι καὶ ἅμʼ ἐπειρώμην τι λέγειν τούτων ὧν εἰς τὴν βουλὴν ἀπήγγειλα. καὶ παραστὰς ὁ μὲν ἔνθεν, ὁ δʼ ἔνθεν, οὑτοσὶ καὶ Φιλοκράτης, ἐβόων, ἐξέκρουόν με, τελευτῶντες ἐχλεύαζον. ὑμεῖς δʼ ἐγελᾶτε, καὶ οὔτʼ ἀκούειν ἠθέλετʼ οὔτε πιστεύειν ἐβούλεσθʼ ἄλλα πλὴν ἃ οὗτος ἀπηγγέλκει.</p></div><div type="textpart" subtype="section" n="24"><p>καὶ νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν ἔμοιγε δοκεῖτε· τίς γὰρ ἂν ἠνέσχετο, τηλικαῦτα καὶ τοσαῦτʼ ἔσεσθαι προσδοκῶν ἀγαθά, ἢ ταῦθʼ ὡς οὐκ ἔσται λέγοντός τινος, ἢ κατηγοροῦντος τῶν πεπραγμένων τούτοις; πάντα γὰρ τἄλλʼ, οἶμαι, τότε δεύτερʼ ἦν τῶν ὑποκειμένων προσδοκιῶν καὶ τῶν ἐλπίδων, οἱ δʼ ἀντιλέγοντες ὄχλος ἄλλως καὶ βασκανία κατεφαίνετο, ταῦτα δὲ θαυμάσιʼ ἡλίκα καὶ συμφέροντʼ ἐδόκει πεπρᾶχθαι τῇ πόλει.</p></div><div type="textpart" subtype="section" n="25"><p>τοῦ χάριν δὴ ταῦθʼ ὑπέμνησα πρῶτα νῦν ὑμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγους; ἑνὸς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, <q>εἶτα τότʼ οὐκ ἔλεγες παραχρῆμα ταῦτʼ οὐδʼ ἐδίδασκες ἡμᾶς;</q></p></div></div></body></text></TEI>