<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="286"><p>τὸ δʼ αἴτιον οὐκ ἀγνοεῖς μέν, ὅμως δὲ φράσω σοι κἀγώ. ἀμφότερʼ ᾔδεσαν αὐτοί, τήν τʼ ἐμὴν εὔνοιαν καὶ προθυμίαν μεθʼ ἧς τὰ πράγματʼ ἔπραττον, καὶ τὴν ὑμετέραν ἀδικίαν· ἃ γὰρ εὐθενούντων τῶν πραγμάτων ἠρνεῖσθε διομνύμενοι, ταῦτʼ ἐν οἷς ἔπταισεν ἡ πόλις ὡμολογήσατε. τοὺς οὖν ἐπὶ τοῖς κοινοῖς ἀτυχήμασιν ὧν ἐφρόνουν λαβόντας ἄδειαν ἐχθροὺς μὲν πάλαι, φανεροὺς δὲ τόθʼ ἡγήσανθʼ αὑτοῖς γεγενῆσθαι· </p></div><div type="textpart" subtype="section" n="287"><p>εἶτα καὶ προσήκειν <del>ὑπολαμβάνοντες</del> τὸν ἐροῦντʼ ἐπὶ τοῖς τετελευτηκόσι καὶ τὴν ἐκείνων ἀρετὴν κοσμήσοντα μήθʼ ὁμωρόφιον μήθʼ ὁμόσπονδον γεγενημένον εἶναι τοῖς πρὸς ἐκείνους παραταξαμένοις, μηδʼ ἐκεῖ μὲν κωμάζειν καὶ παιωνίζειν ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς μετὰ τῶν αὐτοχείρων τοῦ φόνου, δεῦρο δʼ ἐλθόντα τιμᾶσθαι, μηδὲ τῇ φωνῇ δακρύειν ὑποκρινόμενον τὴν ἐκείνων τύχην, ἀλλὰ τῇ ψυχῇ συναλγεῖν. τοῦτο δʼ ἑώρων παρʼ ἑαυτοῖς καὶ παρʼ ἐμοί, παρὰ δʼ ὑμῖν οὔ.</p></div><div type="textpart" subtype="section" n="288"><p>διὰ ταῦτʼ ἔμʼ ἐχειροτόνησαν καὶ οὐχ ὑμᾶς. καὶ οὐχ ὁ μὲν δῆμος οὕτως, οἱ δὲ τῶν τετελευτηκότων πατέρες καὶ ἀδελφοὶ οἱ ὑπὸ τοῦ δήμου τόθʼ αἱρεθέντες ἐπὶ τὰς ταφὰς ἄλλως πως, ἀλλὰ δέον ποιεῖν αὐτοὺς τὸ περίδειπνον ὡς παρʼ οἰκειοτάτῳ τῶν τετελευτηκότων, ὥσπερ τἄλλʼ εἴωθε γίγνεσθαι, τοῦτʼ ἐποίησαν παρʼ ἐμοί. εἰκότως· γένει μὲν γὰρ ἕκαστος ἑκάστῳ μᾶλλον οἰκεῖος ἦν ἐμοῦ, κοινῇ δὲ πᾶσιν οὐδεὶς ἐγγυτέρω· ᾧ γὰρ ἐκείνους σωθῆναι καὶ κατορθῶσαι μάλιστα διέφερεν, οὗτος καὶ παθόντων ἃ μήποτʼ ὤφελον τῆς ὑπὲρ ἁπάντων λύπης πλεῖστον μετεῖχεν.</p></div><div type="textpart" subtype="section" n="289"><p rend="indent">λέγε δʼ αὐτῷ τουτὶ τὸ ἐπίγραμμα, ὃ δημοσίᾳ προείλεθʼ ἡ πόλις αὐτοῖς ἐπιγράψαι, ἵνʼ εἰδῇς, Αἰσχίνη, καὶ ἐν αὐτῷ τούτῳ σαυτὸν ἀγνώμονα καὶ συκοφάντην ὄντα καὶ μιαρόν. λέγε.</p><p rend="center"><label>ΕΠΙΓΡΑΜΜΑ.</label></p><p><quote n="verse"><l met="elegiac">οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο</l><l>ὅπλα, καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν·</l><l><sic>μαρνάμενοι δʼ ἀρετῆς καὶ δείματος</sic> οὐκ ἐσάωσαν</l><l>ψυχάς, ἀλλʼ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ,</l><l>οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες</l><l>δουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν.</l><l>γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων</l><l>σώματʼ, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις·</l><l>μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν</l><l>ἐν βιοτῇ· μοῖραν δʼ οὔ τι φυγεῖν ἔπορεν.</l></quote><bibl xml:lang="eng">inscription</bibl></p></div><div type="textpart" subtype="section" n="290"><p>ἀκούεις, Αἰσχίνη, <del>καὶ ἐν αὐτῷ τούτῳ</del> <q>μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν</q>; οὐ τῷ συμβούλῳ τὴν τοῦ κατορθοῦν τοὺς ἀγωνιζομένους ἀνέθηκεν δύναμιν, ἀλλὰ τοῖς θεοῖς. τί οὖν, ὦ κατάρατʼ, ἐμοὶ περὶ τούτων λοιδορεῖ, καὶ λέγεις ἃ σοὶ καὶ τοῖς σοῖς οἱ θεοὶ τρέψειαν εἰς κεφαλήν; </p></div></div></body></text></TEI>