<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="171"><p>καίτοι εἰ μὲν τοὺς σωθῆναι τὴν πόλιν βουλομένους παρελθεῖν ἔδει, πάντες ἂν ὑμεῖς καὶ οἱ ἄλλοι Ἀθηναῖοι ἀναστάντες ἐπὶ τὸ βῆμʼ ἐβαδίζετε· πάντες γὰρ οἶδʼ ὅτι σωθῆναι αὐτὴν ἐβούλεσθε· εἰ δὲ τοὺς πλουσιωτάτους, οἱ τριακόσιοι· εἰ δὲ τοὺς ἀμφότερα ταῦτα, καὶ εὔνους τῇ πόλει καὶ πλουσίους, οἱ μετὰ ταῦτα τὰς μεγάλας ἐπιδόσεις ἐπιδόντες· καὶ γὰρ εὐνοίᾳ καὶ πλούτῳ τοῦτʼ ἐποίησαν.</p></div><div type="textpart" subtype="section" n="172"><p>ἀλλʼ, ὡς ἔοικεν, ἐκεῖνος ὁ καιρὸς καὶ ἡ ἡμέρα ʼκείνη οὐ μόνον εὔνουν καὶ πλούσιον ἄνδρʼ ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα τοῖς πράγμασιν ἐξ ἀρχῆς, καὶ συλλελογισμένον ὀρθῶς τίνος εἵνεκα ταῦτʼ ἔπραττεν ὁ Φίλιππος καὶ τί βουλόμενος· ὁ γὰρ μὴ ταῦτʼ εἰδὼς μηδʼ ἐξητακὼς πόρρωθεν, οὔτʼ εἰ εὔνους ἦν οὔτʼ εἰ πλούσιος, οὐδὲν μᾶλλον ἔμελλʼ ὅ τι χρὴ ποιεῖν εἴσεσθαι οὐδʼ ὑμῖν ἕξειν συμβουλεύειν.</p></div><div type="textpart" subtype="section" n="173"><p>ἐφάνην τοίνυν οὗτος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγὼ καὶ παρελθὼν εἶπον εἰς ὑμᾶς, ἅ μου δυοῖν εἵνεκʼ ἀκούσατε προσσχόντες τὸν νοῦν, ἑνὸς μέν, ἵνʼ εἰδῆθʼ ὅτι μόνος τῶν λεγόντων καὶ πολιτευομένων ἐγὼ τὴν τῆς εὐνοίας τάξιν ἐν τοῖς δεινοῖς οὐκ ἔλιπον, ἀλλὰ καὶ λέγων καὶ γράφων ἐξηταζόμην τὰ δέονθʼ ὑπὲρ ὑμῶν ἐν αὐτοῖς τοῖς φοβεροῖς, ἑτέρου δέ, ὅτι μικρὸν ἀναλώσαντες χρόνον πολλῷ πρὸς τὰ λοιπὰ τῆς πάσης πολιτείας ἔσεσθʼ ἐμπειρότεροι.</p></div><div type="textpart" subtype="section" n="174"><p>εἶπον τοίνυν ὅτι <q>τοὺς μὲν ὡς ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένους ἀγνοεῖν τὰ παρόντα πράγμαθʼ ἡγοῦμαι· εὖ γὰρ οἶδʼ ὅτι, εἰ τοῦθʼ οὕτως ἐτύγχανεν ἔχον, οὐκ ἂν αὐτὸν ἠκούομεν ἐν Ἐλατείᾳ ὄντα, ἀλλʼ ἐπὶ τοῖς ἡμετέροις ὁρίοις. ὅτι μέντοι ἵνʼ ἕτοιμα ποιήσηται τἀν Θήβαις ἥκει, σαφῶς ἐπίσταμαι. ὡς δʼ ἔχε</q> ἔφην <q>ταῦτα, ἀκούσατέ μου. </q></p></div><div type="textpart" subtype="section" n="175"><p><q>ἐκεῖνος ὅσους ἢ πεῖσαι χρήμασιν Θηβαίων ἢ ἐξαπατῆσαι ἐνῆν ἅπαντας ηὐτρέπισται· τοὺς δʼ ἀπʼ ἀρχῆς ἀνθεστηκότας αὐτῷ καὶ νῦν ἐναντιουμένους οὐδαμῶς πεῖσαι δύναται. τί οὖν βούλεται, καὶ τίνος εἵνεκα τὴν Ἐλάτειαν κατείληφεν; πλησίον δύναμιν δείξας καὶ παραστήσας τὰ ὅπλα τοὺς μὲν ἑαυτοῦ φίλους ἐπᾶραι καὶ θρασεῖς ποιῆσαι, τοὺς δʼ ἐναντιουμένους καταπλῆξαι, ἵνʼ ἢ συγχωρήσωσι φοβηθέντες ἃ νῦν οὐκ ἐθέλουσιν, ἢ βιασθῶσιν. </q></p></div></div></body></text></TEI>