<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="146"><p>ἦν δʼ οὔτʼ ἐν τῇ θαλάττῃ τότε κρείττων ὑμῶν οὔτʼ εἰς τὴν Ἀττικὴν ἐλθεῖν δυνατὸς μήτε Θετταλῶν ἀκολουθούντων μήτε Θηβαίων διιέντων· συνέβαινε δʼ αὐτῷ τῷ πολέμῳ κρατοῦντι τοὺς ὁποιουσδήποθʼ ὑμεῖς ἐξεπέμπετε στρατηγούς (ἐῶ γὰρ τοῦτό γε) αὐτῇ τῇ φύσει τοῦ τόπου καὶ τῶν ὑπαρχόντων ἑκατέροις κακοπαθεῖν.</p></div><div type="textpart" subtype="section" n="147"><p>εἰ μὲν οὖν τῆς ἰδίας ἕνεκʼ ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένʼ ἡγεῖτο προσέξειν αὐτῷ τὸν νοῦν· ἐὰν δὲ τὰς ἐκείνων κοινὰς προφάσεις λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι, τὰ δὲ πείσειν. τί οὖν; ἐπιχειρεῖ, θεάσασθʼ ὡς εὖ, πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν· εἰς γὰρ ταῦτʼ εὐθὺς αὐτοὺς ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι.</p></div><div type="textpart" subtype="section" n="148"><p>εἰ μὲν τοίνυν τοῦτʼ ἢ τῶν παρʼ ἑαυτοῦ πεμπομένων ἱερομνημόνων ἢ τῶν ἐκείνου συμμάχων εἰσηγοῖτό τις, ὑπόψεσθαι τὸ πρᾶγμʼ ἐνόμιζε καὶ τοὺς Θηβαίους καὶ τοὺς Θετταλοὺς καὶ πάντας φυλάξεσθαι, ἂν δʼ Ἀθηναῖος ᾖ καὶ παρʼ ὑμῶν τῶν ὑπεναντίων ὁ τοῦτο ποιῶν, εὐπόρως λήσειν· ὅπερ συνέβη. πῶς οὖν ταῦτʼ ἐποίησεν; μισθοῦται τουτονί.</p></div><div type="textpart" subtype="section" n="149"><p>οὐδενὸς δὲ προειδότος, οἶμαι, τὸ πρᾶγμʼ οὐδὲ φυλάττοντος, ὥσπερ εἴωθε τὰ τοιαῦτα παρʼ ὑμῖν γίγνεσθαι, προβληθεὶς πυλάγορος οὗτος καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτὸν ἀνερρήθη. ὡς δὲ τὸ τῆς πόλεως ἀξίωμα λαβὼν ἀφίκετʼ εἰς τοὺς Ἀμφικτύονας, πάντα τἄλλʼ ἀφεὶς καὶ παριδὼν ἐπέραινεν ἐφʼ οἷς ἐμισθώθη,καὶ λόγους εὐπροσώπους καὶ μύθους, ὅθεν ἡ Κιρραία χώρα καθιερώθη, συνθεὶς καὶ διεξελθὼν ἀνθρώπους ἀπείρους λόγων καὶ τὸ μέλλον οὐ προορωμένους, τοὺς ἱερομνήμονας, </p></div><div type="textpart" subtype="section" n="150"><p>πείθει ψηφίσασθαι περιελθεῖν τὴν χώραν, ἣν οἱ μὲν Ἀμφισσεῖς σφῶν αὐτῶν οὖσαν γεωργεῖν ἔφασαν, οὗτος δὲ τῆς ἱερᾶς χώρας ᾐτιᾶτʼ εἶναι, οὐδεμίαν δίκην τῶν Λοκρῶν ἐπαγόντων ἡμῖν, οὐδʼ ἃ νῦν προφασίζεται λέγων οὐκ ἀληθῆ. γνώσεσθε δʼ ἐκεῖθεν. οὐκ ἐνῆν ἄνευ τοῦ προσκαλέσασθαι δήπου τοῖς Λοκροῖς δίκην κατὰ τῆς πόλεως τελέσασθαι. τίς οὖν ἐκλήτευσεν ἡμᾶς; ἐπὶ ποίας ἀρχῆς; εἰπὲ τὸν εἰδότα, δεῖξον. ἀλλʼ οὐκ ἂν ἔχοις, ἀλλὰ κενῇ προφάσει ταύτῃ κατεχρῶ καὶ ψευδεῖ.</p></div></div></body></text></TEI>