<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="16"><p rend="indent">ἔτι δʼ ἕτερον δείξω τὸ λελυκὸς τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐκ τῶν πόλεων
					τῶν κοινωνουσῶν τῆς εἰρήνης μὴ ἐξεῖναι φυγάδας ὁρμήσαντας ὅπλʼ ἐπιφέρειν ἐπὶ
					πολέμῳ ἐπὶ μηδεμίαν πόλιν τῶν μετεχουσῶν τῆς εἰρήνης· εἰ δὲ μή, ἔκσπονδον εἶναι
					τὴν πόλιν ἐξ ἧς ἂν ὁρμήσωσιν. οὕτω τοίνυν ῥᾳδίως ἐπήνεγκε τὰ ὅπλʼ ὁ Μακεδὼν ὥστʼ
					οὐδὲ κατέθετο πώποτε, ἀλλʼ ἔτι καὶ νῦν ἔχων περιέρχεται καθʼ ὅσον δύναται, καὶ
					τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον, ὅσῳ ἐκ προστάγματος ἄλλους θʼ ἑτέρωσε καὶ τὸν
					παιδοτρίβην εἰς Σικυῶνα κατήγαγεν.</p></div><div type="textpart" subtype="section" n="17"><p>οὐκοῦν εἰ δεῖ πείθεσθαι ταῖς κοιναῖς ὁμολογίαις, καθάπερ οὗτοί φασιν, ἔκσπονδοι
					ἡμῖν εἰσιν αὗται αἱ πόλεις αἱ ταῦτα διαπεπραγμέναι. εἰ μὲν οὖν δεῖ ἐπικρύπτεσθαι
					τἀληθῆ, οὐδὲν δεῖ λέγειν ὅτι εἰσὶν αἱ Μακεδονικαί· εἰ δʼ οὐκ ἀνιᾶσιν οἱ καθʼ
					ὑμῶν τῷ Μακεδόνι ὑπηρέται προστάττοντες πράττειν τὰ ἐν ταῖς κοιναῖς ὁμολογίαις,
					πεισθῶμεν αὐτοῖς, ἐπειδὴ τὰ δίκαια λέγουσι, καί, καθάπερ κελεύει ὁ ὅρκος,
					ἐκσπόνδους αὐτοὺς ποιήσαντες βουλευσώμεθα πῶς δεῖ χρῆσθαι τοῖς δεσποτικῶς καὶ
					ἀσελγῶς διακειμένοις καὶ διὰ τέλους τὰ μὲν ἐπιβουλεύουσι, τὰ δʼ ἐπιτάττουσι, καὶ
					καταγελῶσι τῆς κοινῆς εἰρήνης.</p></div><div type="textpart" subtype="section" n="18"><p>διὰ τί γὰρ οὐ φήσουσιν οὗτοι δεῖν ταῦθʼ οὕτως ἔχειν; ἢ ὁμολογίαν τὴν μὲν κατὰ τῆς
					πόλεως οὖσαν βεβαίαν ἀξιοῦσιν εἶναι, τὴν δὲ σῴζουσαν οὐ συγχωρήσουσιν; ἆρα
					δίκαιον ταῦτα γίγνεσθαι; κἂν μέν τι ᾖ πρὸς τῶν ἐχθρῶν κατὰ τῆς πόλεως ἐν τοῖς
					ὅρκοις, τοῦτο μὲν ἰσχυρὸν ἀεὶ ποιήσουσιν· ἐὰν δέ τι ἡμέτερον ᾖ κατʼ ἐκείνων ἅμα
					δίκαιον καὶ συμφέρον, πρὸς τοῦτο δὲ μαχομένους οὐδέποτε παύσασθαι οἰήσονται δεῖν
					ἑαυτούς; </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ἵνα δʼ εἰδῆτʼ ἔτι σαφέστερον ὅτι οὐδεὶς ὑμῖν ἐγκαλεῖ ποτε τῶν Ἑλλήνων ὡς ἄρα
					παρέβητέ τι τῶν κοινῇ ὁμολογηθέντων, ἀλλὰ καὶ χάριν ἕξουσιν ὅτι μόνοι ἐξηλέγξατε
					τοὺς ταῦτα ποιοῦντας, μικρὰ ἐπιδραμοῦμαι περὶ αὐτῶν πολλῶν ὄντων. ἔστι γὰρ δήπου
					ἐν ταῖς συνθήκαις τὴν θάλατταν πλεῖν τοὺς μετέχοντας τῆς εἰρήνης, καὶ μηδένα
					κωλύειν αὐτοὺς μηδὲ κατάγειν πλοῖον μηδενὸς τούτων· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ,
					πολέμιον εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν.</p></div><div type="textpart" subtype="section" n="20"><p>οὐκοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐναργέστατα ἑοράκατε τοῦθʼ ὑπὸ τῶν Μακεδόνων
					γεγενημένον· εἰς τοῦτο γὰρ ὑπεροψίας ἦλθον ὥστε εἰς Τένεδον ἅπαντα τὰ ἐκ τοῦ
					Πόντου πλοῖα κατήγαγον, καὶ σκευωρούμενοι περὶ αὐτὰ οὐ πρότερον ἀνεῖσαν, πρὶν
					ὑμεῖς ἐψηφίσασθε τριήρεις ἑκατὸν πληροῦν καὶ καθέλκειν εὐθὺς τότε, καὶ στρατηγὸν
					ἐπʼ αὐταῖς ἐτάξατε Μενεσθέα.</p></div></div></body></text></TEI>