ἀλλʼ οὐδεὶς ἐρεῖ. καὶ μὴν πάντες ἐπίστασθʼ ὡς, καὶ παραινούντων τούτων καὶ μή, βοηθητέον, καὶ διὰ τοὺς ὅρκους οὓς ὀμωμόκαμεν Μεσσηνίοις, καὶ διὰ τὸ συμφέρον εἶναι κατοικεῖσθαι ταύτην τὴν πόλιν. σκοπεῖσθε δὴ πρὸς ὑμᾶς αὐτοὺς ποτέραν τὴν ἀρχὴν καλλίονα καὶ φιλανθρωποτέραν ποιήσεσθε τοῦ μὴ ʼπιτρέπειν ἀδικεῖν Λακεδαιμονίοις, τὴν ὑπὲρ Μεγάλης πόλεως ἢ τὴν ὑπὲρ Μεσσήνης. νῦν μέν γε βοηθεῖν δόξετʼ Ἀρκάσι, καὶ τὴν εἰρήνην σπουδάζειν εἶναι βεβαίαν, ὑπὲρ ἧς ἐκινδυνεύσατε καὶ παρετάξασθε· τότε δʼ εὔδηλοι πᾶσιν ἔσεσθε οὐ τοῦ δικαίου μᾶλλον εἵνεκα Μεσσήνην εἶναι βουλόμενοι ἢ τοῦ πρὸς Λακεδαιμονίους φόβου. δεῖ δὲ σκοπεῖν μὲν καὶ πράττειν ἀεὶ τὰ δίκαια, συμπαρατηρεῖν δʼ ὅπως ἅμα καὶ συμφέροντʼ ἔσται ταῦτα.