ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως δεῖν ἔχειν φήσομεν, δεινὸν δʼ εἰ, πρὸς οὓς παρεταττόμεθʼ ἐν Μαντινείᾳ, τούτους συμμάχους αἱρησόμεθα, εἶτα βοηθήσομεν τούτοις ἐναντίʼ ἐκείνοις μεθʼ ὧν τότʼ ἐκινδυνεύομεν. κἀμοὶ ταῦτα δοκεῖ, προσδεῖσθαι δʼ ἔτι τοῦ τὰ δίκαια ποιεῖν ἐθελόντων τῶν ἑτέρων. εἰ μὲν τοίνυν ἐθελήσουσιν εἰρήνην ἅπαντες ἄγειν, οὐ βοηθήσομεν τοῖς Μεγαλοπολίταις· οὐδὲν γὰρ δεήσει· ὥστʼ οὐδʼ ὁτιοῦν ὑπεναντίον ἡμῖν ἔσται πρὸς τοὺς συμπαραταξαμένους, σύμμαχοι δʼ ἡμῖν οἱ μὲν ὑπάρχουσιν, ὥς φασιν, οἱ δὲ προσγενήσονται νυνί. καὶ τί ἂν ἄλλο βουλοίμεθα; ἐὰν δʼ ἀδικῶσι καὶ πολεμεῖν οἴωνται δεῖν, εἰ μὲν ὑπὲρ τούτου μόνον βουλευτέον, εἰ χρὴ Μεγάλην πόλιν ἡμᾶς προέσθαι Λακεδαιμονίοις ἢ μή, δίκαιον μὲν οὔ, συγχωρῶ δʼ ἔγωγʼ ἐᾶσαι καὶ μηδὲν ἐναντιωθῆναι τοῖς γε τῶν αὐτῶν μετασχοῦσι κινδύνων· εἰ δʼ ἅπαντες ἐπίστασθʼ ὅτι, ταύτην ἂν ἕλωσιν, ἴασʼ ἐπὶ Μεσσήνην, φρασάτω τις ἐμοὶ τῶν νῦν χαλεπῶν τοῖς Μεγαλοπολίταις, τί τόθʼ ἡμῖν συμβουλεύσει ποιεῖν. ἀλλʼ οὐδεὶς ἐρεῖ. καὶ μὴν πάντες ἐπίστασθʼ ὡς, καὶ παραινούντων τούτων καὶ μή, βοηθητέον, καὶ διὰ τοὺς ὅρκους οὓς ὀμωμόκαμεν Μεσσηνίοις, καὶ διὰ τὸ συμφέρον εἶναι κατοικεῖσθαι ταύτην τὴν πόλιν. σκοπεῖσθε δὴ πρὸς ὑμᾶς αὐτοὺς ποτέραν τὴν ἀρχὴν καλλίονα καὶ φιλανθρωποτέραν ποιήσεσθε τοῦ μὴ ʼπιτρέπειν ἀδικεῖν Λακεδαιμονίοις, τὴν ὑπὲρ Μεγάλης πόλεως ἢ τὴν ὑπὲρ Μεσσήνης. νῦν μέν γε βοηθεῖν δόξετʼ Ἀρκάσι, καὶ τὴν εἰρήνην σπουδάζειν εἶναι βεβαίαν, ὑπὲρ ἧς ἐκινδυνεύσατε καὶ παρετάξασθε· τότε δʼ εὔδηλοι πᾶσιν ἔσεσθε οὐ τοῦ δικαίου μᾶλλον εἵνεκα Μεσσήνην εἶναι βουλόμενοι ἢ τοῦ πρὸς Λακεδαιμονίους φόβου. δεῖ δὲ σκοπεῖν μὲν καὶ πράττειν ἀεὶ τὰ δίκαια, συμπαρατηρεῖν δʼ ὅπως ἅμα καὶ συμφέροντʼ ἔσται ταῦτα.