θαυμάζω δʼ ἐνίων, εἰ τὸ μὲν Θηβαίων συμμάχους εἶναι τοὺς Λακεδαιμονίων ἐχθροὺς φοβοῦνται, εἰ δὲ καταστρέψονται Λακεδαιμόνιοι τούτους, μηδὲν ἡγοῦνται φοβερόν, καὶ ταῦτʼ ἔργῳ πεῖραν ἡμῖν δεδωκότος τοῦ χρόνου ὅτι Θηβαῖοι μὲν τούτοις συμμάχοις ἐπὶ Λακεδαιμονίους ἀεὶ χρῶνται, Λακεδαιμόνιοι δʼ ὅτʼ εἶχον αὐτούς, ἐφʼ ἡμᾶς ἐχρῶντο. οἶμαι τοίνυν ἔγωγε κἀκεῖνʼ ἐνθυμεῖσθαι δεῖν, ὅτι μὴ προσδεξαμένων μὲν ὑμῶν τοὺς Μεγαλοπολίτας, ἐὰν μὲν ἀναιρεθῶσι καὶ διοικισθῶσιν, ἰσχυροῖς Λακεδαιμονίοις ἔστιν εὐθὺς εἶναι, ἐὰν δὲ σωθῶσιν ἄρα, ὡς ἤδη τι καὶ παρʼ ἐλπίδας ἐξέβη, βέβαιοι σύμμαχοι Θηβαίων δικαίως ἔσονται· ἂν δὲ προσδέξησθε, τούτοις μὲν ὑπάρξει ἤδη σωθῆναι διʼ ὑμᾶς, τὸ δὲ συμβησόμενον, τὸν τοῦ κινδύνου λογισμὸν μετενεγκόντες, σκοπῶμεν ἐπὶ Θηβαίων καὶ Λακεδαιμονίων.