λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν ὡς δεῖ τὰς στήλας καθελεῖν αὐτοὺς τὰς πρὸς Θηβαίους, εἴπερ ἡμέτεροι βεβαίως ἔσονται σύμμαχοι. οἱ δέ φασι μὲν αὑτοῖς οὐ κ εἶναι στήλας, ἀλλὰ τὸ συμφέρον εἶναι τὸ ποιοῦν τὴν φιλίαν, τοὺς δὲ βοηθοῦντας ἑαυτοῖς, τούτους νομίζειν εἶναι συμμάχους. ἐγὼ δʼ, εἰ τὰ μάλιστʼ εἰσὶ τοιοῦτοι, ὡδί πως ἔχω. φημὶ δεῖν ἅμα τούτους ἀξιοῦν καθαιρεῖν τὰς στήλας καὶ Λακεδαιμονίους ἄγειν εἰρήνην, ἐὰν δὲ μὴ ʼθέλωσι ποιεῖν ὁπότεροι ταῦτα, τότʼ ἤδη μετὰ τῶν ἐθελόντων ἡμᾶς γίγνεσθαι. εἴτε γὰρ εἰρήνης γιγνομένης αὐτοῖς οἱ Μεγαλοπολῖται τῆς Θηβαίων συμμαχίας ἕξονται, φανεροὶ πᾶσιν ἔσονται τὴν πλεονεξίαν τὴν Θηβαίων, οὐ τὸ δίκαιον αἱρούμενοι· εἴτε συμμάχους ἡμᾶς ἀδόλως τῶν Μεγαλοπολιτῶν ποιουμένων μὴ ʼθελήσουσιν ἄγειν εἰρήνην οἱ Λακεδαιμόνιοι, δῆλοι δήπου πᾶσιν ἔσονται, οὐχ ἵνα Θεσπιαὶ κατοικισθῶσι ποιούμενοι τὴν σπουδήν, ἀλλʼ ἵνα τοῦ πολέμου περιεστηκότος Θηβαίοις τὴν Πελοπόννησον ὑφʼ αὑτοῖς ποιήσωνται.