ἔστι τοίνυν τοιοῦτός τις λόγος παρὰ τῶν ἀντιλεγόντων, ὡς κομίσασθαι τὸν Ὠρωπὸν ἡμᾶς ἐγχειρεῖν δεῖ, εἰ δὲ τοὺς βοηθήσαντας ἂν ἡμῖν νῦν ἐπʼ αὐτὸν ἐχθροὺς κτησόμεθα, οὐχ ἕξομεν συμμάχους. ἐγὼ δὲ τὸ μὲν κομίσασθαι Ὠρωπὸν πειρᾶσθαι δεῖν φημι καὶ αὐτός· τὸ δʼ ἐχθροὺς ἡμῖν Λακεδαιμονίους ἔσεσθαι νῦν, ἐὰν ποιώμεθα συμμάχους Ἀρκάδων τοὺς βουλομένους ἡμῖν εἶναι φίλους, μόνοις οὐδʼ εἰπεῖν ἐξεῖναι νομίζω τοῖς πείσασιν ὑμᾶς, ὅτʼ ἐκινδύνευον Λακεδαιμόνιοι, βοηθεῖν. οὐ γὰρ ταῦτα λέγοντες ἔπεισαν ὑμᾶς, πάντων Πελοποννησίων ἐλθόντων ὡς ὑμᾶς καὶ μεθʼ ὑμῶν ἀξιούντων ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι, τοὺς μὲν μὴ προσδέξασθαι (καὶ διὰ τοῦθʼ, ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς, ἐπὶ Θηβαίους ἦλθον), ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας καὶ χρήματʼ εἰσφέρειν καὶ τοῖς σώμασι κινδυνεύειν· οὐδʼ ἂν ὑμεῖς ἠθελήσατε δήπου σῴζειν αὐτούς, εἰ τοῦτο προὔλεγον ὑμῖν, ὅτι σωθέντες, ἐὰν μὴ ποιεῖν ὅ τι βούλονται πάλιν αὐτοὺς ἐᾶτε καὶ ἀδικεῖν, οὐδεμίαν ὑμῖν χάριν ἕξουσι τῆς σωτηρίας.