οἶμαι δʼ ὑμῶν μνημονεύειν ἐνίους, ὅτι ἡνίκʼ ἐβουλεύεσθʼ ὑπὲρ τῶν βασιλικῶν, παρελθὼν πρῶτος ἐγὼ παρῄνεσα, οἶμαι δὲ καὶ μόνος ἢ δεύτερος εἰπεῖν, ὅτι μοι σωφρονεῖν ἂν δοκεῖτε, εἰ τὴν πρόφασιν τῆς παρασκευῆς μὴ τὴν πρὸς ἐκεῖνον ἔχθραν ποιοῖσθε, ἀλλὰ παρασκευάζοισθε μὲν πρὸς τοὺς ὑπάρχοντας ἐχθρούς, ἀμύνοισθε δὲ κἀκεῖνον, ἐὰν ὑμᾶς ἀδικεῖν ἐπιχειρῇ. καὶ οὐκ ἐγὼ μὲν εἶπον ταῦτα, ὑμῖν δʼ οὐκ ἐδόκουν ὀρθῶς λέγειν, ἀλλὰ καὶ ὑμῖν ἤρεσκε ταῦτα. ἀκόλουθος τοίνυν ὁ νῦν λόγος ἐστί μοι τῷ τότε ῥηθέντι. ἐγὼ γάρ, εἰ βασιλεὺς παρʼ αὑτὸν ὄντα με σύμβουλον ποιοῖτο, ταὔτʼ ἂν αὐτῷ παραινέσαιμʼ ἅπερ ὑμῖν, ὑπὲρ μὲν τῶν αὑτοῦ πολεμεῖν, ἐάν τις ἐναντιῶται τῶν Ἑλλήνων, ὧν δὲ μηδὲν αὐτῷ προσήκει, τούτων μηδʼ ἀντιποιεῖσθαι τὴν ἀρχήν. εἰ μὲν οὖν ὅλως ἐγνώκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσων ἂν βασιλεὺς ἐγκρατὴς γένηται φθάσας ἢ παρακρουσάμενός τινας τῶν ἐν ταῖς πόλεσι, παραχωρεῖν, οὐ καλῶς ἐγνώκατε, ὡς ἐγὼ κρίνω· εἰ δʼ ὑπὲρ τῶν δικαίων καὶ πολεμεῖν, ἂν τούτου δέῃ, καὶ πάσχειν ὁτιοῦν οἴεσθε χρῆναι, πρῶτον μὲν ὑμῖν ἧττον δεήσει τούτων, ὅσῳ ἂν μᾶλλον ἐγνωκότες ἦτε ταῦτα, ἔπειθʼ ἃ προσήκει φρονεῖν δόξετε. ὅτι δʼ οὐδὲν καινὸν οὔτʼ ἐγὼ λέγω νῦν κελεύων Ῥοδίους ἐλευθεροῦν, οὔθʼ ὑμεῖς, ἂν πεισθῆτέ μοι, ποιήσετε, τῶν γεγενημένων ὑμᾶς τι καὶ συνενηνοχότων ὑπομνήσω. ὑμεῖς ἐξεπέμψατε Τιμόθεόν ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, βοηθήσοντʼ Ἀριοβαρζάνῃ, προσγράψαντες τῷ ψηφίσματι μὴ λύοντα τὰς σπονδὰς τὰς πρὸς τὸν βασιλέα. ἰδὼν δʼ ἐκεῖνος τὸν μὲν Ἀριοβαρζάνην φανερῶς ἀφεστῶτα βασιλέως, Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος, τῷ μὲν ἀπέγνω μὴ βοηθεῖν, τὴν δὲ προσκαθεζόμενος καὶ βοηθήσας ἠλευθέρωσε· καὶ μέχρι τῆς τήμερον ἡμέρας οὐ γέγονεν πόλεμος διὰ ταῦθʼ ὑμῖν. οὐ γὰρ ὁμοίως οὐδεὶς ὑπέρ τε τοῦ πλεονεκτεῖν πολεμήσειεν ἂν καὶ τῶν ἑαυτοῦ, ἀλλʼ ὑπὲρ μὲν ὧν ἐλαττοῦνται μέχρι τοῦ δυνατοῦ πάντες πολεμοῦσιν, ὑπὲρ δὲ τοῦ πλεονεκτεῖν οὐχ οὕτως, ἀλλʼ ἐφίενται μέν, ἐάν τις ἐᾷ, ἐὰν δὲ κωλυθῶσιν, οὐδὲν ἠδικηκέναι τοὺς ἐναντιωθέντας αὐτοῖς ἡγοῦνται.